# Commentarium in Dionysii periegetae orbis descriptionem 1073

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 1073. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/1073

Ὅτι Κύρος ποταμὸς Περσικὸς, ἔτι δὲ καὶ Χοάσπης Ἰνδὸν μὲν ὕδωρ ἕλκων, ὡς ἐκ τοῦ Ἰνδοῦ σχιζόμενος ποταμοῦ, παραρρέων δὲ τὰ Σοῦσα, ἐξ οὗ καὶ μόνου ἔπινεν ὁ τῶν Περσῶν βασιλεύς· καὶ ἦν βασιλικὸν ὕδωρ τὸ Χοάσπειον. Περὶ οὗ φησι καὶ Ἡρόδοτος, ὅτι τοῦ ὕδατος τοῦ Χοασπείου ἀφεψημένου πολλαὶ ἅμαξαι ἡμιόνειοι τετράκυκλοι ἕπονται κομίζουσαι ἐν ἀγγείοις ἀργυρέοις. Ἔστι δὲ κατὰ τὸν Γεωγράφον καὶ ἕτερος ποταμὸς μέγας, ἀπὸ Ἀρμενίας ἔχων τὴν ἀρχὴν, Κόρος ποτὲ λεγόμενος, ὕστερον δὲ Κῦρος μετονομασθείς. Τὰ δὲ Σοῦσα οὕτω καλοῦνται διὰ τὸ τόπου ἀνθηρόν· σοῦσα γὰρ ἐγχωρίως τὰ κρίνα. Τῆς δὲ Περσικῆς ταύτης τῶν Σούσων χώρας οἱ ἐγχώριοι οὐ μόνον Σούσιοι, ἀλλὰ καὶ Κίσσιοι λέγονται. Πάνυ δὲ, φασὶ, καυματηρὸς ὁ ἀὴρ τῇ Σουσίδι καὶ οὕτως ἔκπυρος, ὥστε οὐ φθάνουσιν αἱ σαῦραι καὶ οἱ ὄφεις ἐν τῷ διαβαίνειν τὰς ὁδοὺς, ἀλλὰ καταφλέγονται. Καὶ λουτρὰ δὲ, ἤγουν ὕδατα τὰ εἰς τὸ λούσασθαι προτεθέντα ψυχρὰ, ἐκθερμαίνεται παραχρῆμα. Ἐκαλεῖτο δὲ καὶ Μεμνόνειον ἄστυ τὰ Σοῦσα, διὰ τὸ ἐκεῖ ὡς εἰκὸς τιμᾶσθαι τὸν Μέμνονα. Λέγεται δὲ καὶ τοὺς τοῦ βασιλέως Περσῶν θησαυροὺς αὐτόθι κεῖσθαι. Καὶ ὁ τὴν πόλιν ταύτην ἑλὼν ἔδοξεν ἂν κατὰ τὸν τοῦ Ἡροδότου λόγον ἐρίσαι τῷ Διὶ περὶ πλούτου.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
