# Commentarium in Dionysii periegetae orbis descriptionem 1097

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 1097. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/1097

Ὅτι βούλονταί τινες Παρπάνισον προπαροξυτόνως λέγεσθαι ὄρος Ἰνδικὸν, οὐ μὴν Παρνησὸν, ὡς πολλὰ τῶν ἀντιγράφων ἔχουσι. Πολλοὶ δὲ καὶ ὀξύνουσι, καὶ διὰ τοῦ μ γράφουσι Παρπαμισόν. Ὁ δὲ Γεωγράφος Παροπαμισόν γράφει πεντασυλλάβως, καὶ τοὺς ἐκεῖ Παροπαμισάδας καλεῖ. Τοὺς δὲ ὑπὸ τὰς πτύχας τοῦ τοιούτου ὄρους ὁ Διονύσιος λέγει πάντας ξυνῇ ἐπωνυμίαν εἶναι Ἀριηνούς. Καὶ ἡ χώρα αὐτῶν Ἀριανὴ κατὰ τὸν Γεωγράφον, λέγοντα ὅτι μετὰ τὴν Ἰνδικὴν ἡ Ἀριανὴ μερὶς, ἔνθα καὶ οἱ Ἄρβιες, εἶτα Ὠρῖται, οἷς ἐφεξῆς Ἰχθυοφάγοι. Ἐοίκασι δὲ οὕτω λέγεσθαι ἀπὸ Ἀρίου ποταμοῦ, ὡς παρεμφαίνει Ἀρριανὸς ἐν τοῖς περὶ Ἀλεξάνδρου. Ἡρόδοτος δέ φησιν ὅτι καὶ οἱ Μῆδοί ποτε ἐκαλοῦντο Ἄριοι· ἀφικομένης δὲ τῆς Μηδείας εἰς αὐτοὺς μετέβαλον τὸ ὄνομα. Οἶδε δὲ καὶ τούτους τοὺς ἰδίως λεγομένους Ἀρίους, οὓς καὶ λέγει τόξοις ἐσκευάσθαι Μηδικοῖς. Ὁ δὲ Διονύσιός φησι καὶ ὅτι οἱ Ἀριανοὶ φαύλην χθόνα οἰκοῦσιν ὑπὸ λεπτῇ ψάμμῳ πλήθουσαν καὶ ῥώπεσι δασεῖαν, τουτέστι φυτοῖς χθαμαλοῖς καὶ θαμνώδεσιν, ἅπερ ὁ μὲν Ποιητὴς ῥωπήϊα λέγει, ὁ δὲ πολὺς ὄχλος ῥωπάκια. Ἀλλὰ καὶ τοιαύτης οὔσης τῆς ἐκεῖ γῆς, ὅμως εἰσὶ, φησὶν, αὐτοῖς ἄλλαι κέλευθοι ἐπαρκεῖς εἰς ζωήν. Κομίζει γὰρ αὐτοῖς ἡ γῆ ἄλλον ὄλβον ἀκήρατον· πάντη γὰρ λίθος ἐστὶν ἐρυθροῦ κουραλίου, πάντη δὲ ὑπὸ πέτραις αἱ φλέβες ὠδίνουσι χρυσῆς κυανῆς τε καλὴν πλάκα σαπφείρου. Κἀντεῦθεν οἱ ἐγχώριοι ἀποτεμνόμενοι βιοτήσιον ὦνον ἔχουσιν, ἤγουν ἐξωνοῦνται δι' αὐτῶν τὰ εἰς βίον. Ἔστι δὲ τὸ βιοτήσιον ὅμοιον τῷ φιλοτήσιον καὶ νεοτήσιον. Ἰστέον δὲ ὅτι χρυσῆν ὁμοῦ καὶ κυανῆν τὴν σάπφειρον εἶπεν, ἐπειδὴ τοιαύτας πέμπει χρόας. Τὸ δὲ κουράλιον τοῦ τῆς Γοργόνος αἵματος ἀποστάξαι μυθεύεται, ἀφ' ἧς οἷα κόρης οὔσης ἡ κλῆσις τῷ λίθῳ ἐνεκάθισεν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
