Ancient Greek
Section 11
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 11.1
Not analysed yet
Ὅτι πέρατα Λιβύης ἑσπέριον μὲν τὰ Γάδειρα, περὶ ὧν ἐν οἰκείῳ τόπῳ ῥηθήσεται, ἑῷον δὲ τὸ Κανωβικὸν στόμα τοῦ Νείλου, περὶ οὗ μικρὸν ὅσον εἰρήσεται. Ὅτι μετὰ Φρόντιδος θάνατον (κυβερνήτης δὲ ἄριστος Μενελάου ὁ Φρόντις, υἱὸς Ὀνήτορος) ἐξωσθέντες ἀνέμῳ βορρᾷ οἱ περὶ τὸν Μενέλαον προσίσχουσι τῇ Ῥόδῳ ὑπὸ κυβερνήτῃ ὄντες τῷ Ἀμυκλαίῳ Κανώβῳ. Τῶν δὲ Ῥοδίων τῆς Ἑλένης καταδραμόντων, περιῆλθε γὰρ αὐτοὺς μνήμη ὧν ἐν τῇ Τροίᾳ κακῶν ἔπαθον δι' αὐτὴν, φεύγουσι μὲν ἐκ τῆς Ῥόδου οἱ ἀμφὶ τὸν Μενέλαον, κατάγονται δὲ εἰς Φοινίκην, ὅθεν εἰς Αἴγυπτον. Οὗ δὴ ἀκεσάμενοι τὰ σκάφη καμόντα τῇ δυσχερείᾳ τοῦ πλοῦ διέτριβον χρόνον τινὰ, ἐν ᾧ Κάνωβος ἀποθνήσκει· ὃν θάψας ἐντίμως ὁ Μενέλαος συνοικίζει πόλιν ἐπὶ τῷ μνήματι, τοὺς ἀχρειοτάτους τοῦ στόλου ἀφεὶς μένειν ἐκεῖ, καὶ τὴν πόλιν ἐπ' αὐτῷ Κάνωβον ὀνομάζει· ἔνθα που καὶ νῆσος τὸ Ἑλένιον, τῇ Ἑλένῃ παρώνυμον. Φασὶ δὲ τὴν Κάνωβον ταύτην Ἀλεξανδρείας ἀπέχειν στάδια ἑκατὸν καὶ εἴκοσι πεζῇ ὁδεύουσιν. Ἐκ δὲ τοῦ Κανώβου ἐκείνου τοῦ κυβερνήτου καὶ ἀστὴρ ἐκεῖ που φαινόμενος Κάνωβος ἐπωνόμασται, ἀφανὴς μὲν τοῖς ἐν τῷ Ἑλλαδικῷ κλίματι, ἀπὸ δὲ Ῥόδου ἀρχόμενος φαίνεσθαι, ὃς ἐν τῷ μεσουρανεῖν τρίτον λέγεται ζωδίου μέρος ἐπέχειν. Ὁ δὲ τὰ Ἐθνικὰ γράψας φησὶν, ὅτι ἔδει μὲν Κάνωπον γράφειν τὴν πόλιν διὰ τοῦ π, γράφεται δὲ ὅμως διὰ τοῦ β. Ἀπὸ δὲ τοῦ Κανώβου ἀνδρὸς ἢ τῆς Κανώβου πόλεως καὶ τὸ στόμα Νείλου, ὡς εἰκὸς, Κανωβικὸν ἐπωνόμασται, ὅπου, κατὰ τὸν Διονύσιον, ὁ βορειότατός ἐστι τῆς Αἰγύπτου μυχὸς, ὡς πρὸς τῇ ἐκεῖ θαλάσσῃ περατουμένων τῶν τῆς Αἰγύπτου βορείων μερῶν. Τοῦτο δέ τινες τὸ Κανωβικὸν στόμα τοῦ Νείλου καὶ Ἡράκλειον καλεῖσθαί φασι, λέγοντες ὅτι Ἡρακλῆς φέρων ἐξ ἐπιταγῆς Εὐρυσθέως τὰ χρύσεα μῆλα, καὶ θέλων Λιβύην πᾶσαν ἐξιστορῆσαι, ἦλθε καὶ εἰς τὰ τοῦ Νείλου στόματα, καὶ δὴ καλεῖται ἀπ' αὐτοῦ καὶ ἓν τῶν στομάτων Ἡράκλειον, τὸ Κανωβικόν. Ἠλευθέρωσε δὲ καὶ τοὺς Αἰγυπτίους ἁπάσης βίας, διαβὰς δὲ καὶ εἰς Ἄμμωνος ἔθυσε μεγαλοπρεπῶς. Καὶ οὕτω μέν τινες· ὁ δὲ Γεωγράφος διιστᾷ, τὸ μὲν Ἡράκλειον στόμα ἱστορῶν καὶ Ἡρακλέους ἔχειν ἱερὸν, τὸ δὲ Κανωβικὸν ἀρχὴν εἶναι λέγων τοῦ ἐν Αἰγύπτῳ Δέλτα. Ἐμφαίνει δὲ ἐκεῖνος καὶ τρυφᾶν τοὺς Κανωβίτας, ἐν οἷς λέγει τὸν Κανωβισμὸν καὶ τὴν ἐκεῖ λαμυρίαν. Ἔστι δὲ, ὡς ἱστοροῦσί τινες, καὶ νῆσός τις Κάνωβος. Περὶ δὲ τοῦ κυβερνήτου Κανώβου καὶ τοιοῦτος φέρεται λόγος, ὅτι κοιμώμενος ὁ Κάνωβος κατὰ τὸν αἰγιαλὸν περιπέπτωκεν αἱμορροΐδι· ὄφεως δὲ εἶδος ἡ αἱμορροῒς, οὐκ ἔχουσα ἰθυτενῆ τὴν τὸν ὁλκὸν συνέχουσαν ὀστώδη ἄκανθαν· ἥτις αἱμορροῒς τῇ ἐπιπτώσει, φασὶ, τοῦ Κανώβου θλιβεῖσα τὸν αὐχένα δάκνει ἐκεῖνον. Ὡς δὲ ἦν τοῦ λοιποῦ ἄφυκτα τῷ ἀνθρώπῳ καὶ ἔθνησκεν ἐκ τοῦ δήγματος, ἡ Ἑλένη περιπαθῶς σχοῦσα καὶ τὸ θηρίον τὴν αἱμορροΐδα συσχοῦσα ἔθλασε τὴν αὐτῆς ἄκανθαν, ἰθυτενῶς ἔχουσαν ἔτι τότε, καὶ ἐξέβαλε τοὺς περὶ τὴν ῥάχιν σπονδύλους, ἀμυνομένη οὕτω τὸ θηρίον· καὶ τὸ ἐντεῦθεν κεκλασμέναι τὰς ῥάχεις αἱ αἱμορροΐδες εἰσί. Καὶ οὕτω μὲν ὁ μῦθος αἰτιολογεῖ τὸ περὶ τὴν αἱμορροΐδα φυσικὸν σύμπτωμα. Ὁ δὲ λόγος πέσοι ἄν ποτε καὶ εἰς ἀνθρώπου σκῶμμα, ἐάν τις ὀφεώδης ὢν τὴν κακίαν ἔχῃ τι καὶ περὶ τὰ κατὰ τὴν ῥάχιν κακόν.