# Commentarium in Dionysii periegetae orbis descriptionem 1107.1

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 1107. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/1107.1

Ὅτι ἡ τῶν Ἰνδῶν γῆ, ἔθνους μεγίστου πάντων καὶ εὐδαιμονεστάτου, πασῶν ἐσχάτη παρὰ τοῖς τοῦ ὠκεανοῦ κεῖται χείλεσιν, ἣν ὁ ἥλιος πρώταις ἐπιφλέγει ἀκτῖσιν, ἐπὶ τὴν γῆν ἀνερχόμενος, τουτέστιν ἀνίσχων, ἀνατέλλων· διὸ καὶ θερμότατος παρ' αὐτοῖς ὁ ἥλιος τὸ ἑωθινὸν, ὥς φασιν οἱ παλαιοὶ, καὶ πολλῷ μᾶλλον ἢ ἐν μεσημβρίᾳ κατὰ τὴν Ἑλλάδα. Καὶ διὰ τοῦτο καὶ χρῶμα φέρουσι παραπλήσιον Αἰθίοψι. Καὶ τοῦτο μὲν οὕτως. Ὁ δὲ Διονύσιος πολὺν ἔπαινον κατατείνων τῆς Ἰνδικῆς φησι, διὸ τόν τε χρόα οἱ ἐκεῖ κυανέουσι θεσπέσιον λιπόωντες, τρίχας τε πιοτάτας φοροῦσιν ὑακίνθῳ ὁμοίας, ὅπερ ὁ Ποιητής πού φησιν, ὑακινθίνῳ ἄνθει ὁμοίας, ἤτοι μελαίνας. Μέλαν γὰρ καὶ τὸ ἄνθος ὁ ὑάκινθος. Μελανότριχες δὲ καὶ τῶν Ἰνδῶν μάλιστα οἱ μεσημβρινοὶ, καὶ τὴν χρόαν ὅμοιοι τοῖς Αἰθίοψι, διὰ τὸ ἐπιλείπειν τὴν ἐπιπολῆς ἰκμάδα, ἐπικαίοντος τοῦ ἡλίου, ὅθεν οὐδὲ οὐλοτριχοῦσιν. Εἰσὶ δὲ καὶ μακρόβιοι. Καὶ οἱ μὲν, φησὶ, χρυσοῦ μεταλλεύουσι γενέθλην, τὴν χρυσῖτιν ψάμμον μακέλλαις λαχαίνοντες, ὃ ἔστιν ἀνοίγοντες, σκάπτοντες· ἐξ οὗ καὶ τὸ λάχανον· οἱ δὲ ἱστοὺς ὑφαίνουσι λινεργέας, οἱ δὲ ἐλεφάντων λευκοὺς πρισθέντας ἀποξύουσιν ὀδόντας, οὓς ἕτεροι ἐλεφάντων κέρατά φασιν, ἄλλοι δὲ, φησὶ, τῶν Ἰνδῶν ἐπὶ ταῖς τῶν χειμάρρων προβολαῖς ἢ προμολαῖς, ἤγουν ἐκρύσεσιν, ἢ βηρύλλου γλαυκὴν λίθον ἰχνεύουσιν ἢ ἀδάμαντα μαρμαίροντα ἢ χλωρὰ διαυγάζουσαν ἴασπιν ἢ γλαυκὴν λίθον καθαροῦ τοπάζου καὶ γλυκερὰν ἀμέθυσον ὑπηρέμα πορφύρουσαν. Καὶ ὅρα ὅπως ἕκαστον λίθον μετ' ἐπιθέτου προσφυεστάτου ἐξήνεγκε, γλυκέως γράφων καὶ φράζων καλῶς τὰ καλά. Λίθος δὲ τὸ τόπαζον διαφανὴς, ὃς καὶ τοπάζιον τετρασυλλάβως λέγεται, χρυσοειδὲς ἀπολάμπων φέγγος, ὃ μεθ' ἡμέραν οὐ ῥᾷον ἰδεῖν· ὑπεραυγεῖται γὰρ, φασί· νύκτωρ δὲ ὁρῶσιν οἱ συλλέγοντες, καὶ περικαθάψαντες σημεῖα τῷ ὀρύγματι μεθ' ἡμέραν ἀνορύττουσιν. Οὕτω τιμίοις λίθοις καταστρώσας τὴν Ἰνδικὴν ὁ Διονύσιος ἐπάγει ἐπιφωνηματικῶς κατὰ συντομίαν, ὅτι παντοῖον ὄλβον αὔξει, ποταμοῖς οὖσα κατάρρυτος ἔνθα καὶ ἔνθα. Ναὶ μὴν, φησὶ, καὶ οἱ λειμῶνες ἐκεῖ ἀεὶ κομῶσι πετάλοις· ἄλλοθι μὲν γὰρ κέγχρος αὔξεται, ἄλλοθι δὲ ὕλαι θάλλουσιν Ἐρυθραίου καλάμου, τοῦ ἀρωματικοῦ δηλαδὴ, Ἐρυθραίου λεγομένου διὰ τὸ τὴν Ἰνδίαν ἕως καὶ εἰς τὸν Ἐρυθραῖον παρήκειν ὠκεανόν· ὅπερ δῆλόν ἐστι καὶ ἐκ τοῦ τὴν Γαγγῖτιν χώραν κατὰ τὸν Διονύσιον περὶ τὰ τέρματα ἕλκεσθαι τῆς Κωλιάδος γῆς, ἤτοι τῆς Ταπροβάνης, ὅπου τὰ μέγιστα κήτη, ἅπερ αὐτὸς Ἐρυθραίου πόντου εἶπε βοτά. Καὶ οὕτω μὲν ὁ Διονύσιος. Ἕτεροι δὲ καὶ πολυφάρμακον τὴν Ἰνδικὴν ἱστοροῦσι καὶ πολύρριζον καὶ πολυχρώματον καὶ δίκαρπον καὶ διφόρον, καὶ τοὺς ἐκεῖσε ἄνδρας εὐμεγέθεις καὶ πενταπήχεις τοὺς πολλοὺς ἢ ὀλίγον ἀποδέοντας· ὧν καὶ ὁ βασιλεὺς Πῶρος ὑπὲρ πεντάπηχυν ἱστόρηται. Καὶ φιλῳδοὶ δὲ οἱ Ἰνδοὶ λέγονται, καὶ φιλορχήμονες ἀπὸ Διονύσου. Ἐλεύθεροι δὲ πάντες Ἰνδῶν, καὶ οὔτις δοῦλος Ἰνδός. Εἰσὶ δὲ καὶ μελάντεροι τῶν ἄλλων ἀνθρώπων, πλὴν Αἰθιόπων, καὶ τὰ ἐς πόλεμον γενναιότατοι. Φασὶ δὲ καὶ Σηρικὰ παρ' Ἰνδοῖς γίνεσθαι ἔκ τινων φλοιῶν ξαινομένης βύσσου. Ἐπανθεῖν δὲ καὶ δένδροις ἀγρίοις ὡς ἔριον καλλονῇ καὶ ἀρετῇ προφέρον τοῦ ἐκ τῶν προβάτων, ἐξ οὗ, φασὶ, καὶ εὐήτριοι σινδόνες ὑφαίνονται, τουτέστιν εὔμιτοι, ὡς καὶ ἐν Ἰλιάδι γέγραπται, ὅπου ἐπήτριμοι ἐλέγοντο οἱ συχνοί. Λέγεται δὲ καὶ ὅτι ἰχθυοφαγοῦσι πολλοὶ τῶν Ἰνδῶν ὠμοὺς ἰχθύας σιτούμενοι, καὶ ὅτι τὰ ἑῷα τῆς Ἰνδίας ἐρημία ἐστὶ διὰ τὴν ψάμμον, καὶ ὅτι οἱ Ἰχθυοφάγοι πλοῖα ποιοῦνται καλάμινα, καὶ ὅτι ἓν γόνυ καλάμου πλοῖον ἀπαρτίζει, ὥς φησιν Ἡρόδοτος. Περὶ δὲ τοῦ ἀνωτέρω ῥηθέντος καλάμου φασὶ τοιαῦτα οἱ παλαιοί· ῥίζαι καλάμων μεγάλων γλυκεῖαι καὶ τῇ φύσει καὶ τῇ ἑψήσει. Καὶ πάλιν· κάλαμοι ποιοῦσαι μέλι, μελισσῶν μὴ οὐσῶν· τοὺς δὲ φαγόντας ὠμοῦ τούτου μεθύειν. Καὶ ἄλλως δὲ κάλαμοι ἁπλῶς ἕτεροι παράσημοι ἐν Ἰνδίᾳ, ὡς ἐρρέθη, καθὰ καὶ παρὰ τοῖς ἑσπερίοις Αἰθίοψιν, ὧν καλάμων ἕκαστον γόνυ χωρεῖν λέγεται χοίνικας τρεῖς. Λέγεται δὲ νόμον ἄριστον εἶναι παρ' Ἰνδοῖς, τὸν εὑρόντα τι ὀλέθριον ἀνάγκην ἔχειν ἐξευρίσκειν καὶ ἄκος τοῦ κακοῦ.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
