# Commentarium in Dionysii periegetae orbis descriptionem 1153.1

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 1153. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/1153.1

Ὅτι ὁ Θηβαῖος Διόνυσος τοὺς κελαινοὺς Ἰνδοὺς ὀλέσας ἀντιστάντας αὐτῷ δύο στήλας ἔστησε περὶ τὰ τῆς γῆς τέρματα, καὶ αὖθις καγχαλόων, ὃ ἔστι χαίρων, εἰς Θήβας ἐπανῆλθε. Καὶ ὅρα ὅτι ὥσπερ κυανέους ἀλλαχοῦ εἶπε τοὺς Αἰθίοπας, οὕτως ἐνταῦθα κελαινοὺς εἶπε τοὺς Ἰνδούς. Δύνανται δὲ πάντως καὶ οὗτοι κυάνεοι λέγεσθαι, εἴπερ, ὡς ὁ Διονύσιος φθάσας ἔφη, [τὸν] χρόα κυανέουσιν. Εἶτα διηγεῖται καὶ ὅπως θυμαίνοντος αὐτοῦ, ἤγουν θυμουμένου, αἱ μὲν νεβρῖδες ταῖς βάκχαις εἰς ἀσπίδας ἠλλάσσοντο, εἰς δὲ σίδηρον οἱ προρρηθέντες θύρσοι, οἱ ζωστῆρες δὲ καὶ οἱ τῆς ἐλίνου ἤτοι τῆς ἀμπέλου ἕλικες εἰς δρακόντων σπειρήματα, ὃ ἔστι σπείρας, ὁλκούς· ὅθεν καὶ σπειροῦν λέγεται τὸ σπαργανοῦν, καὶ σπεῖρον ὀνομάζεται τὸ εἰς τοῦτο χρησιμεῦον ὕφασμα. Τὸν δὲ χῶρον ὃν ὁ Διονύσιος θυμαίνων ἐπάτησε θηητὸν καὶ τιμήεντα καλεῖ καὶ ἱερὸν, λέγων καὶ ὅτι ὁ τοιοῦτος τόπος Νυσσαία ὁδὸς ἐκλήθη, ἥτις περὶ τὸν Γάγγην ἐστὶν, ἀπὸ τῆς Ἀραβικῆς Νύσσης κληθεῖσα, ἀφ' ἧς καὶ αὐτὸς ὁ Διόνυσος κληθῆναι δοκεῖ. Νύσσα δὲ κατὰ τὸν Γεωγράφον πόλις ἐν Ἰνδίᾳ, κτίσμα Διονύσου, καὶ ὄρος αὐτόθι Μηρὸς, ὅθεν παρὰ τοῖς μύθοις μηροτραφὴς ἐνομίσθη Διόνυσος. Ἡρόδοτος δὲ περί που τὴν Αἴγυπτον τὸν μῦθον τοῦτον τελεσφορεῖ, λέγων ὅτι ὁ Ζεὺς τὸν Διόνυσον εἰς τὸν μηρὸν ἐνερράψατο, καὶ ἤνεγκεν εἰς Νύσσαν τὴν ὑπὲρ Αἰγύπτου οὖσαν. Ἄμπελος δὲ, ὥς φησιν ὁ Γεωγράφος, αὐτόθι οὐ τελεσίκαρπος. Ἀπορρέει γὰρ ὁ βότρυς πρὶν ἢ περκάσει, διὰ τοὺς ἄρδην ὄμβρους. Εἰσὶ δὲ καὶ ἄλλαι Νύσσαι, ὧν μία καὶ περὶ Θρᾴκην, ἧς μνημονεύει Ὅμηρος ἐν τοῖς περὶ Λυκούργου τοῦ Ἠδωνοῦ. Καὶ περὶ τὰς Τράλλεις δὲ Νύσσα τίς ἐστι, καὶ κώμη αὐτόθι Νυσσαέων, καὶ ἄντρον Χαρώνειον, οὗ πλησίον οἱ ἱερεῖς ἐγκοιμώμενοι διατάττουσιν ἐξ ὀνείρων τοῖς νοσοῦσι τὰς θεραπείας. Τοῖς δ' ἄλλοις ἀδύνατος ὁ τόπος ἐστὶ καὶ ὀλέθριος. Ἀρριανὸς δὲ λέγει καὶ ὅτι κισσὸς ἄλλῃ τῆς Ἰνδικῆς γῆς μὴ φυόμενος παρὰ Νυσσαίοις φύεται, καὶ ὅτι εἰς τὸ Νυσσαῖον ὄρος τὸν Μηρὸν ἐλθόντες οἱ Μακεδόνες ἡδέως τὸν κισσὸν εἶδον, καὶ στεφάνους σπουδῇ ἀπ' αὐτοῦ ἐποιοῦντο, καὶ ὅτι Νυσσαίων πρέσβεις τὸν Ἀλέξανδρον ἐν ὅπλοις ἰδόντες κεκονιμένον ἐκ τῆς ὁδοῦ ἐθάμβησάν τε τὴν ὄψιν καὶ πεσόντες εἰς γῆν ἐπὶ πολὺ σιγὴν εἶχον. Ἰστέον δὲ ὅτι ἔλινος ἡ ἄμπελος κεῖται μὲν καὶ παρ' ἄλλοις, δοκεῖ δὲ γίνεσθαι παρὰ τὸ ἐλινύειν, ὃ ἔστιν ἀργεῖν καὶ σχολάζειν, οὗπερ ὁ οἶνος Διόνυσος αἴτιος. Εἰδέναι δὲ χρὴ καὶ ὅτι τινὲς ταῦτα τὰ περὶ Διονύσου, καθὰ καὶ τὰ περὶ Ἡρακλέος, ἄπιστά φασι καὶ μυθώδη καὶ κολακείας ἀναπλάσματα. Πάντων γὰρ, φασὶ, τὰ κατὰ τὸν δεσμὸν τοῦ Προμηθέως ὑποθεμένων ἐν τῷ ἀρκτώῳ γενέσθαι Καυκάσῳ, οἱ Μακεδόνες κολακείᾳ τῇ πρὸς τὸν Ἀλέξανδρον μετέθηκαν τῷ λόγῳ τὸν Καύκασον εἰς τὴν ἑῴαν θάλασσαν, καλέσαντες Καύκασον ὄρη τινὰ ἐκεῖ Ἰνδικά. Οἱ δ' αὐτοὶ κόλακες καί τι σπήλαιον ἱερὸν ἐν Παροπαμισάδαις τῷ Ἀλεξάνδρῳ δεικνύοντες Προμηθέως δεσμωτήριον αὐτὸ ἀπέφαινον, καὶ τὸν Ἡρακλέα ἐλθεῖν ἐκεῖ ἔλεγον εἰς λύσιν τοῦ Προμηθέως, ἐναγόμενοι πρὸς τὸν λόγον καὶ ἀπὸ τοῦ ἰδεῖν αὐτόθι βοῦς ἐγκεκαυμένας ῥόπαλον, τὸ τοῦ Ἡρακλέος παράσημον· ὥστε τούτῳ τῷ λόγῳ ἐφ' ἑκατέρους τέρμονας γῆς ἐλθεῖν τὸν Ἡρακλέα, καὶ εἶναι καὶ τὸν Ἀλέξανδρον διὰ τοῦτο κατὰ τοὺς κόλακας οὐκ ἀπεοικότα οὔτε τοῦ Ἡρακλέος, ἀλλ' οὐδὲ μὴν οὐδὲ τοῦ Διονύσου, διὰ τὸ καὶ αὐτὸν ὁμοίως ἐκείνοις ἀποδημῆσαι. Καὶ οἱ μὲν παλαιοὶ ταῦτα. Εἰ δέ τι χρὴ προσπαῖξαι τοῖς κόλαξιν, εὐφυέστερον ἦν εἰς κολακίαν τὸ μὴ τοιαῦτα πλάττειν, ἀλλὰ μᾶλλον ἀποστενοῦν τῷ Ἡρακλεῖ καὶ τῷ Διονύσῳ τὰς ἐκδημίας, ὡς ἂν δοκοίη ὁ κολακευόμενος Ἀλέξανδρος εἰς τοιούτους ἀφικέσθαι τόπους, εἰς οὓς οὐδὲ Ἡρακλῆς οὐδὲ Διόνυσος, οἱ τοῦ Διός. Οἱ δ' αὐτοὶ κόλακες κατὰ τοὺς παλαιοὺς Καύκασον ὠνόμασαν ὁμοῦ τόν τε Παροπαμισὸν καὶ τὸ Ἠμωδὸν καὶ τὸ Ἰμάϊον, τὰ Ἰνδικὰ ὄρη. Ὅρα δὲ κόμπον Ἑλληνικὸν, ὡς καὶ φθάσαντες εἴπομεν, ἐὰν ἐξ Ἑλλάδος ἦσαν Ἡρακλῆς καὶ Διόνυσος, οἱ τοὺς τῆς γῆς ἀνδραγαθίαις περιελθόντες τέρμονας. Ἀρριανὸς δὲ τάδε γράφει περὶ τῆς εἰς Ἰνδοὺς τοῦ Διονύσου στρατείας· «Διόνυσον πολεμῆσαι Ἰνδοῖς λόγος, ὅστις δὴ οὗτος ὁ ἐπὶ Ἰνδοὺς στρατεύσας Διόνυσος. Οὐ γὰρ δὴ ῥᾷον εὑρεῖν δοκεῖ οὔτε τὸν Θηβαῖον τὸν τῆς Σεμέλης τῆς Κάδμου, οὔτε ὃν Ἀθηναῖοι ἐν ταῖς τελεταῖς Διὸς καὶ Κόρης παῖδα σέβουσιν, οὐ μὴν οὐδ' ἄλλον οὐδαμοῦ Διόνυσον ἀρήϊα ὅπλα ἐνδεδυκότα.»

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
