# Commentarium in Dionysii periegetae orbis descriptionem 119

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 119. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/119

Ὅτι ἡ περὶ τὴν Παμφυλίαν χώραν θάλασσα, περὶ ἣν ἡ Κύπρος, οὐ μόνον Παμφύλιος κόλπος λέγεται κατὰ ἐθνικὴν [ἢ] τοπικὴν κλῆσιν, ἀπὸ τοῦ τῶν Παμφύλων ἔθνους, ἀλλὰ καὶ Ἰσσικὸς ἀπὸ Ἰσσοῦ πόλεως κειμένης μεταξὺ Συρίας καὶ Κιλικίας. Φησὶ γοῦν καὶ ὁ Διονύσιος, ὅτι ὁ Ἰσσικὸς κόλπος ἕλκεται ἐπὶ βορρᾶν Ἰσσοῦ ἄχρι πόλεως, Κιλίκων χώραν παραμείβων. Ταύτην δὲ τὴν πόλιν Ἀλέξανδρος ὀνομαστὴν ποιήσας, ὡς τὸν Δαρεῖον ἐκεῖ νικήσας, ἐκάλεσε Νικόπολιν. Οὗτος ὁ κόλπος, ὡς ὁ Διονύσιος λέγει, ἄγχι τῆς τῶν Κιλίκων γῆς ἐλθὼν εὐθύτερος, κατὰ ἰσοδρομίαν τινὰ, κἀκεῖ ἀποπαυσάμενος, ἐκεῖθεν ὡς ἐν ὕσπληγγι δνοφερῇ, τουτέστιν ὡς ἐν καμπτῆρι, στρεπτὴν ἐπὶ ζέφυρον ἐπερεύγεται ἅλμην, ἠρέμα ἐπὶ δύσιν κάμπτων καὶ στρεφόμενος καὶ ἀφορῶν εἰς τὸν ζέφυρον. Σημείωσαι δὲ ὅτι ὕσπληγξ οὐ μόνον, ὡς ἐνταῦθα, ἐπὶ καμπτῆρος λέγεται, ἀλλ' ἔστιν ὅτε καὶ ἐπὶ ἀφετηρίας, ὃ ἔστι καγκέλου. Ὀνομάζεται δὲ οὕτω καὶ ἡ ὑστριχὶς, οὐ τὸ ζῶον, ἀλλὰ τὸ πληκτικὸν ὄργανον, λεγόμενον οὕτω διὰ τὸ ἐκ τριχῶν ὑείων εἰς πληγὴν συγκροτεῖσθαι. Δέρμα γὰρ ὑὸς στενὸν καὶ ἐπίμηκες ἀποτεμόμενοί τινες αὐταῖς θριξὶ καὶ τοῦ μήκους τῶν τριχῶν κείραντες, ὡς ἂν ἔχοιεν αὗται οὕτω κεντεῖν σταθηρότερον, ἔτυπτον τοὺς μαστιγίας, καὶ ἐκαλεῖτο ὕσπληγξ τὸ τοιοῦτο τῆς μάστιγος ἐργαλεῖον. Καὶ ἄλλως δὲ ἡ τοιαύτη ὕσπληξ πλέγμα ἦν ἀπὸ ὑείων τριχῶν. Ἰστέον δὲ ὅτι παρὰ Θεοκρίτῳ ἡ ὕσπληγξ εἴρηται καὶ ἐπὶ παγίδος ὀρνέου τεθειμένη, διὰ τὸ συγκεκροτῆσθαι ὡς εἰκὸς ἀπὸ ὑστριχίδος πλέγματος. Ἰστέον δὲ καὶ ὅτι πρώτως μὲν ὑστριχὶς ἐλέχθη τὸ τῆς πληγῆς ὄργανον, ὁποῖον καὶ ἦν, ἐκεῖθεν δὲ καὶ ὁ καμπτὴρ τοῦ ἀγῶνος ὕσπληγξ ὠνόμασται, διὰ τὸ τοὺς ἵππους ἐκεῖ προσεκτικώτερον νύσσεσθαι καὶ πλήσσεσθαι· ὅθεν καὶ νύσσα ὁ τοιοῦτος τόπος λέγεται. Ἐπεὶ δὲ καὶ ἐκ πρώτου δρόμου οἱ ἵπποι ταῦτα πάσχουσι, διὰ τοῦτο καὶ ἡ ἀφετηρία ὕσπληγξ, ἔτι δὲ καὶ νύσσα ἐλέγετο.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
