# Commentarium in Dionysii periegetae orbis descriptionem 142.1

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 142. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/142.1

Ὁ δὲ Διονύσιος περὶ τούτου λέγει καὶ ὅτι στενώτατος δὴ ἐκεῖνος ἁπάντων ἐστὶ πορθμὸς τῶν ἄλλων, οἱ θαλάσσης εἰσὶ πολυκλύστου. Τετραστάδιον γάρ τοι τοῦ τοιούτου Βυζαντικοῦ στόματος εἶναί φασι, καθὰ καὶ Ἡρόδοτος ἱστορεῖ. Λέγει δὲ καὶ ὁ Γεωγράφος, ὅτι τὸ Βυζαντικὸν στόμα Θρᾴκιον Βόσπορον καλοῦσιν, ἔστι δὲ τετραστάδιον. Τοῦ μέντοι Ἑλλησπόντου τὸ στενότατον ἑπταστάδιόν ἐστι, περί που τὴν Θρᾳκίαν χεῤῥόνησον κατὰ Σηστόν· ἑπταστάδιον δὲ κατὰ τὸν Γεωγράφον ὁμοίως καὶ τὸ τοῦ Σικελικοῦ πορθμοῦ στενώτατον. Σημειωτέον δὲ ὅτι ἐκκέκοπται κατά τινα διαφορὰν τοπικὴν ὁ Θρᾴκιος Βόσπορος τῆς Προποντίδος, καὶ ἔστι βορειότερος μὲν αὐτὸς, νοτιωτέρα δὲ ἡ Προποντίς. Ἱστέον δὲ καὶ ὅτι ἀκριβέστερόν φασιν οἱ λέγοντες ὑπὲρ Χαλκηδόνα εἶναι τὸ στόμα τοῦ Πόντου, ἔνθα καὶ τὸ μάλιστα στενὸν, καὶ οὗ ἐγγὺς κατὰ τὸν Διονύσιον αἱ Κυάνεαι πέτραι, καὶ ὅθεν, ὡς αὐτός φησιν, οἰγόμενος παραπέπταται ὁ Πόντος. Δεῖ δὲ σκοπῆσαι εἴτε τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα εἰς ἕν τι συναλειπτέον, ἢ μᾶλλον μετὰ τὸν πλατὺν Αἰγαῖον τρία ταῦτα βορειότερα ῥητέον· πρῶτον μὲν τὸν στενὸν αὐλῶνα τοῦ Ἑλλησπόντου· μετὰ δὲ τὴν Προποντίδα· εἶτα βορειότερον τὸ στόμα τοῦ Πόντου. Ἔχει γὰρ ἀμφιβόλως ταῦτα διὰ τοὺς παλαιοὺς, ὧν οἱ μὲν μόνα τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον Ἑλλήσποντον εἶπον, οἱ δὲ καὶ ὅλην τὴν Προποντίδα, οἱ δὲ μέρος τι αὐτῆς τὸ ἐντὸς Περίνθου ἤτοι Ἡρακλείας, τῷ Ἑλλησπόντῳ ἀπένειμαν. Οἱ δὲ καί τι τοῦ Αἰγαίου πελάγους τῷ Ἑλλησπόντῳ προσέθεντο· καθά που τάχα καὶ Ὅμηρος, ὅπερ καὶ πλατὺν ἐκεῖνος λέγει Ἑλλήσποντον. Τούτοις δὲ μὴ φαινόμενος ἀκολουθεῖν ὁ Διονύσιος εἰς τρία διαιρεῖ τὸ μεταξὺ Αἰγαίου καὶ Εὐξείνου ὕδωρ, εἴς τε τὸν Ἑλλησπόντιον στενὸν αὐλῶνα τὸν ἕως Προποντίδος, καὶ ἀνωτέρω εἰς αὐτὴν τὴν Προποντίδα, καὶ εἰς τὸν μετ' αὐτὴν Θρᾴκιον Βόσπορον. Οὕτω δὲ νοεῖ καὶ Ἡρόδοτος λέγων τὸν μὲν Βόσπορον τείνειν εἰς τὴν Προποντίδα, αὐτὴν δὲ καταδιδόναι εἰς τὸν Ἑλλήσποντον· μεθ' ὃν τὸ χάσμα τοῦ Αἰγαίου πελάγους. Ὅρα δὲ καὶ ὅτι καλῶς προσέθηκεν ὁ Διονύσιος ἀνωτέρω ἐπὶ τῶν πορθμῶν τὸ «οἳ θαλάσσης εἰσί», διὰ τοὺς ἴσως νομίζοντας δύνασθαι πορθμοὺς λέγεσθαι καὶ τοὺς ποταμούς. Κατὰ γὰρ τὴν συνήθη χρῆσιν οὔτι πω πορθμὸς καὶ ὁ ποταμὸς, καὶ ταῦτα στενὸς ὢν πόρος μεταξὺ δύο γαιῶν· ἀλλ' αὐτὸς μὲν κεκλήρωται τὸ ποταμὸς λέγεσθαι, ὁ δὲ πορθμὸς ὁρίζεται θαλάσσης εἶναι πόρος στενὸς, ἑκατέρωθεν γῇ μεσολαβούμενος. Ἰστέον δὲ ὅτι ἐστὶ καὶ Κιμμέριος Βόσπορος ὁ περὶ Χερσῶνα, ὁ καὶ Μαιωτικὸς, οὗ τὸ στενότατον εἴκοσι στάδια ἢ καὶ ὀλίγον τι πλέον. Λέγεται δὲ Βόσπορος μὲν διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἐκεῖνος, ἐκ τῆς Ἰοῦς τῆς βοὸς, Κιμμέριος δὲ διὰ τὸ παροικοῦν ὁμώνυμον ἔθνος, οὗ πολὺς λόγος, ὡς τὴν Ἀσίαν ἦν ὅτε καταδραμόντος ἕως καὶ εἰς αὐτὴν Βιθυνίαν. Ἔστι δὲ καὶ Βόσπορος Ἰνδικός. Καὶ ὁ περὶ τὸ Βυζάντιον δὲ λιμὴν οὕτως ὕστερον ἐκλήθη κατὰ παραγραμματισμὸν ἢ μᾶλλον κατὰ τὴν παρὰ τοῖς ῥήτορσι λεγομένην παραφθορὰν, Φωσφόριον ὀφείλων καλεῖσθαι, ὥς φασιν οἱ παλαιοί. Φιλίππου γὰρ ἐν πολιορκίᾳ διορύξαντος εἴσοδον κρυπτὴν, ὅθεν οἱ ὀρύσσοντες ἔμελλον ἀφανῶς ἐξαναδῦναι τοῦ ὀρύγματος, ἡ Ἑκάτη φωσφόρος οὖσα δᾷδας ἐκεῖθεν ἔφηνε τοῖς πολίταις. Καὶ τὴν πολιορκίαν οὕτω φυγόντες Φωσφόριον οἱ ἐγχώριοι τὸν τόπον ἐκάλεσαν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
