# Commentarium in Dionysii periegetae orbis descriptionem 144

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 144. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/144

Ὅτι περὶ τὸν Θρᾴκιον Βόσπορον αἱ Κυάνεαι πέτραι εἰσὶ, κατὰ κυριωνυμίαν οὕτω καλούμεναι· ἐξ ὧν ἀνοιγόμενος ὁ Εὔξεινος παραπέπταται πολὺς ὢν καὶ πολὺν ἐπ' ἀνατολῆς μυχὸν ἕρπων. Καὶ ὅρα τὸ ἀνοιγόμενος· προσφυῶς γὰρ εἴρηται ὡς πρὸς τὸ στόμα τοῦ Πόντου. Τὰς δὲ πέτρας ταύτας καὶ ἀναιδέας λέγει Ὁμηρικῷ ζήλῳ, ὡς εἴπερ ἔμψυχοι ἦσαν, ἐξ Ὁμήρου λαβὼν τὸ ἐπίθετον. Καὶ μῦθον εἶναι φησὶ, πλαζομένας ποτὲ αὐτὰς, ἤτοι κινομένας ἀτάκτως, καναχηδὸν ἐπ' ἀλλήλαις φέρεσθαι· εἰ καὶ ὕστερον, ἐπειδὴ ἡ Ἀργὼ παρέπλευσεν αὐτὰς, ἔστησαν ἐφ' ἑνός. Φησὶ δὲ ὁ Γεωγράφος αὐτὰς ἐκεῖ που ἔσω τοῦ Πόντου εἶναι δύο νησίδια, τὰ μὲν τῇ Εὐρώπῃ προσεχὲς, τὸ δὲ τῇ Ἀσίᾳ. Πίνδαρος δὲ διὰ τὴν μυθικὴν κίνησιν καὶ ζῆν ταύτας τὰς πέτρας τολμᾷ λέγειν, καὶ ἐπιμένων τῇ σκληρᾷ ταύτῃ τροπῇ, τεθνάναι φησὶν αὐτάς, ὁπηνίκα διεξέδυ αὐτῶν ἡ Ἀργώ. Γέγραπται δὲ περὶ τούτων καὶ ἐν τῇ Ὀδυσσείᾳ, ἐν τῷ περὶ Πλαγκτῶν λόγῳ. Τὸ μέντοι πλαζομένας, ὅπερ ὁ Διονύσιος ἐνταῦθά φησι, δίδωσι νοεῖν ὅτι δύνανται καὶ αὗται κατὰ τὰς Ὁμηρικὰς Πλαγκταὶ λέγεσθαι, καθὰ καὶ Ἡρόδοτος ἱστορεῖ, λέγων ὅτι Πλαγκτὰς προτέρον οἱ Ἕλληνες ἔλεγον εἶναι αὐτάς· εἰ καὶ ἐκληρώσαντο ἰδίως τὸ τοιοῦτον ὄνομα αἱ παρ' Ὁμήρῳ Σικελικαὶ Πλαγκταί.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
