# Commentarium in Dionysii periegetae orbis descriptionem 157

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 157. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/157

Ὅτι τὸν Εὔξεινον, οὗ λοξὰς ἔφθασεν εἰπὼν τὰς κελεύθους, τόξῳ ἀπεικάζει τεταμένῳ Σκυθικῷ. Σκυθικὰ δὲ τόξα τὰ ἐκ κεράτων συγκείμενα. Καὶ νευρᾶς μὲν εἶναι σημεῖα τίθησι τὰ τοῖς εἰσπλέουσι δεξιὰ τοῦ Πόντου, ἤτοι τὰ νότια, εὐθὺ διαγραφέντα, τουτέστι ταθέντα κατ' εὐθεῖαν γραμμὴν, καὶ ὑπερβάντα τὴν Κάραμβιν, ἐκτὸς πεσοῦσαν τῆς γραμμῆς, πλὴν οὐ πρὸς νότον, ἀλλ' εἰς βορέαν ὁρῶσαν· ἵνα μὴ σκολιὰ γένηται ἡ τοῦ τόξου νευρὰ, προσλογιζομένης καὶ τῆς καμπῆς τῆς Καράμβεως. Τὰ δὲ τοῦ Πόντου βόρεια τὰ τοῖς ἐκ τῆς Προποντίδος εἰσπλέουσι σκαιὰ, ἤγουν ἀριστερὰ, σχῆμα ἔχειν φησὶ τῶν τοῦ τόξου δύο κεράτων, διὰ τὸ καὶ αὐτὰ ὁμοίως τοῖς τοῦ τόξου κέρασιν ἐπὶ δισσὴν κυρτοῦσθαι στροφάλιγγα ἑκατέρωθεν τοῦ Μετώπου τοῦ κριοῦ. Ἰστέον δὲ ὅτι ὥσπερ ὁ Εὔξεινος πρὸς τόξον εἴκασται, οὕτω καὶ ἄλλοι τόποι πολλοὶ διαφόρως εἰκάζονται πρός τινας ὁμοιότητας. Οὕτω γὰρ τὴν Αἴγυπτον δελτωτὸν τρίγωνον ἡ ἱστορία φησίν. [Ἐντεῦθεν τὰ δύο κριοῦ ἐτυπώθησαν μέτωπα, τό τε Κρητικὸν καὶ τὸ Ποντικόν.] Οὕτω τὴν Ἀλεξάνδρειαν εἰκάζουσι χλαμύδι στρατιωτικῇ, τὴν Ἰταλίαν κισσῷ, τὴν Ἰβηρίαν βύρσῃ βοὸς, τὴν Νάξον ἀμπέλου φύλλῳ, τὴν τοῦ Πέλοπος πλατάνου πετάλῳ, τὴν Σαρδὼ ἴχνει ἀνθρώπου, τὴν Κύπρον δορᾷ προβάτου, τὴν Λιβύην τραπεζίῳ σχήματι, καὶ ἄλλα δὲ ἄλλως εἰκάζουσιν οἱ παλαιοί. Σημείωσαι δὲ ὅτι τὸ ἐοικέναι τόξῳ τὸν Εὔξεινον περιφράζων οὕτω φησί «τόρνῳ εἰδόμενον περιηγέος ἅμματι τόξου». Λέγει δὲ τόρνον μὲν τὸ τορνοειδές· ὥσπερ ὁ Λυκόφρων στρόβιλον τὸ στροβιλοειδές· ἅμμα δὲ τόξου τὸν σύνδεσμον τοῦ Σκυθικοῦ τόξου· περιηγές δὲ τὸ περιηγμένον ἤτοι καμπύλον, τοιοῦτο δὲ τὸ ἐντεταμένον τόξον, ἵνα λέγῃ ἐοικέναι τὸ τοῦ Εὐξείνου πέλαγος τόξῳ οὐ σκολιῷ, ἀλλὰ στρογγύλῳ γενομένῳ διὰ τὴν τάσιν τῆς νευρᾶς. Περιάγει γὰρ ἡ τάσις τὰ κέρατα εἰς καμπὴν, καὶ οὕτως ἀπὸ σκολιοῦ γίνεται περιφερὲς κατὰ τὰς ἁψῖδας τὸ τόξον. Ὅτε δὲ καὶ εἰς βολὴν ἐπιταθῇ, τότε κυκλοτερὲς τὸ τόξον γίνεται κατὰ τὸν Ποιητήν. Τὸ δὲ περιηγές καὶ ἐπὶ ἀγκίστρου λέγεται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
