# Commentarium in Dionysii periegetae orbis descriptionem 175.1

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 175. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/175.1

Ὅτι τὸ τῆς Λιβύης εἶδος ἄλλοι μὲν εἰς ὀρθογώνιόν τι καταγράφουσι τρίγωνον, ὁ δὲ Διονύσιός φησιν αὐτὸ τραπεζίῳ ἐοικέναι, σχήματι γεωμετρικῷ τετραπλεύρῳ, ἔχοντι τὴν ἄνω πλευρὰν ἐλάττονα τῆς ὑποτεινούσης, ὡς ὑπόκειται· ἑῷα ἑσπέρια Καὶ γὰρ τῆς Λιβύης στενοῦται μὲν ὀξυνόμενα τὰ πρὸς τοῖς Γαδείροις, τουτέστι τὰ ἑσπέρια, εὐρύνεται δὲ τὰ πρὸς ἕω καὶ Αἴγυπτον. Καὶ οὕτω μὲν οἱ τῶν παλαιῶν ἀκριβέστεροι, οἳ καὶ συντρέχουσι τῷ τοῦ Διονυσίου σκοπῷ, λέγοντος, ὅτι ἡ Λιβύη ἐς μυχὸν μὲν ὀξύνεται ὠκεανοῦ τὸν πρὸς τοῖς Γαδείροις, τὸν οὖρον δὲ αὐτῆς τὸν εὐρύτερον Ἀραβίης τεκμαίρεται ἄγχι θαλάσσης· ἄλλοις δέ τισι δοκεῖ πλατεῖαν μὲν εἶναι ὑποτείνουσαν γραμμὴν τὴν βορείαν παραιγιαλῖτιν, ἀπ' ἐναντίας δὲ αὐτῆς στενοτέραν ὑπερτείνουσαν, τὴν πρὸς τῇ Αἰθιοπίᾳ νοτίαν ὠκεανῖτιν πλευρὰν, ὡς εἶναι τὸ σχῆμα τοιοῦτον· ἑῷα ἑσπέρια Οἷς οὐ πάνυ ἄν τις ἀρέσκοιτο, τῷ Διονυσίῳ προσέχειν θέλων καὶ τῇ φύσει τοῦ πράγματος. Φασὶ δὲ οἱ παλαιοὶ ὅτι τὸ τραπέζιον σχῆμα κατὰ μετρικὴν ἀνάγκην ἐνταῦθα ἔχει ἐν τῇ παραληγούσῃ τὸ δίχρονον· ἄλλως γὰρ διὰ διφθόγγου, φασὶν, ἐκφέρεται. Οὐ γὰρ ὑποκορίζεται ἀπὸ τῆς τραπέζης, ἀλλ' ἀπὸ τοῦ τραπεζεύς γίνεται, ὡς τάχα τῶν πάλαι τραπεζέων τοιουτοσχήμοσι χρωμένων τραπέζαις διὰ τὸ στερρὸν τῆς βάσεως. Λιβύη δὲ ἡ χώρα λέγεται, ἢ ἀπὸ γυναικὸς ὁμωνύμου, Λιβύης δηλαδὴ τῆς Ἐπάφου, ἢ διὰ τὸ τοῦ τόπου αὐχμηρὸν, κατὰ παραγραμματισμόν τινα, οἱονεὶ λιφύη τις οὖσα, ὡς ἐλλιπὴς ὑετοῦ. Οἱ δὲ παρὰ τὸν ἄνεμον τὸν λίβα, ὡς ἐκεῖθεν πνέοντα. Ὅπερ δοκεῖν ἔοικε καὶ τῷ Διονυσίῳ, καθάπερ ἔστι τεκμήρασθαι ἀπὸ τῆς παρηχήσεως αὐτοῦ τῆς τοιαύτης «ἐς λίβα μὲν Λιβύην, ἐς δ' αὐγὰς Ἀσίην.» Νικίας δέ τίς φησι τὰς τρεῖς ἠπείρους ἀπό τινων κληθῆναι ἀνδρῶν, Εὐρώπου, Ἀσίου καὶ Λίβυος, ὥσπερ καὶ ἄλλοι μυρίοι τόποι ἀπό τινων προσώπων ἀξίων λόγου ἐκλήθησαν· οἷον ἀπὸ Περσέως ἡ Περσὶς, καὶ Κρήτη ἀπὸ Κρητὸς, καὶ Ἀφρικὴ ἀπὸ Ἄφρα τινὸς συνεκδημήσαντος τῷ Ἡρακλεῖ ἐπὶ τὰς Γηρυόνου βοῦς, καὶ ἄλλοι ἀπ' ἄλλων. Σημειωτέον δὲ ὅτι καὶ μέρος τι τῆς Λιβύης τῆς χώρας ἐστὶν ἰδίως οὕτω καλούμενον Λιβύη· παρὰ γοῦν τοῖς παλαιοῖς εὑρίσκομεν τὸ «ἀμφοτέρας Λιβύας·» τοῦτο δὲ τάχα ἐμφαίνει καὶ τριχῶς τὴν Λιβύην λέγεσθαι, τήν τε ὅλην χώραν καὶ μέρος τι αὐτῆς εἰς δύο Λιβύας ὑποδιαιρούμενον, ὥσπερ καὶ τὴν Ἀρμενίαν καὶ τὴν Καππαδοκίαν εἰς πολλὰς Καππαδοκίας καὶ Ἀρμενίας οἱ παλαιοὶ κατατέμνουσι. Τοιοῦτον δέ τι καὶ περὶ τῆς Ἀσίας ἐν τοῖς ἑξῆς ῥηθήσεται. Ἐπὶ μέντοι τῆς Εὐρώπης ἔμπαλιν γέγονεν· ἐκείνης γὰρ μέρος τι ἐξῃρέθη τοῦ λέγεσθαι Εὐρώπη, ὡς ἐν τοῖς περὶ Εὐρώπης λεχθήσεται. Θηροτρόφον δὲ τὴν Λιβύην ἱστοροῦσι καὶ ἔρημον τὴν πολλήν. Ἔλαφος δὲ καὶ ὗς ἄγριος ἐν αὐτῇ οὐκ ἔστιν, ὡς οἱ παλαιοὶ λέγουσι. Δοκεῖ δὲ καὶ ἡ τοῦ τετρώρου χρῆσις ἐκεῖθεν εὑρεθῆναι. Φησὶν οὖν Ἡρόδοτος, ὅτι τέσσαρας ἵππους ζευγνύναι παρὰ Λιβύων Ἕλληνες ἔμαθον. Τοσοῦτον δὲ, φασὶν, ἡ Λιβύη ἀπολείπεται τοῦ τρίτον ἀκριβῶς εἶναι μέρος οἰκουμένης κατὰ τὴν εἰς τρία ἴσα τομὴν, ὥστε καὶ συντεθεῖσα μετὰ τῆς Εὐρώπης οὐκ ἂν ἐξισάζειν δόξοι τῇ Ἀσίᾳ· πῶς ἂν οὖν εἴη τρίτον τῆς ὅλης οἰκουμένης, ἥτις οὐδὲ εἰς τεταρτημόριον προσλογίζεται; ὃ καὶ ὁ Διονύσιος ἐμφαίνει ἐν τῷ περὶ τῆς Ἀσίας λόγῳ. Ὅτι πρώτῃ ἐνταῦθα ἐπαναλήψει χρῆται ἐν τῷ «Λιβύη ἐς νότον ἔρπει, ἐς νότον ἀντολίην τε·» ἐπαναλαβὼν διὰ κάλλος καὶ διὰ σαφήνειαν καὶ δὶς εἰπὼν τὸ ἐς νότον.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
