# Commentarium in Dionysii periegetae orbis descriptionem 195.1

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 195. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/195.1

Ὅτι Καρχηδὼν μητρόπολις Λιβύης, Φοινίκων ἀποικίαν σχοῦσά ποτε, μετὰ τοὺς Νομάδας οὖσα. Λέγει δὲ αὐτὴν εὔορμον· λιμένα γὰρ ἔχει εὐκατάγωγον, ἱδρυμένη ἐπὶ χερρονήσου. Πολλὴ δέ ἐστι παρὰ ταῖς ἱστορίαις ἡ πόλις, καὶ πλοῦτον ἔσχε βαθὺν καὶ δύναμιν πολλήν· διὸ καὶ ὁ Διονύσιος ἐπὶ θαύματι ἐπαναλαμβάνει καὶ αὐτὴν λέγων «Καρχηδὼν Λιβύων, ἀτὰρ πρότερον Φοινίκων, Καρχηδὼν, ἣν μῦθος ὑπὸ βοΐ (τουτέστι βύρσῃ) μετρηθῆναι.» Καὶ ἔστιν αὕτη δευτέρα παρὰ τούτῳ ἐπανάληψις. Τρὶς γὰρ εἶπεν ἐνταῦθα τὸ Καρχηδών. Φασὶ δὲ ὅτι ἐρημωθεῖσα ἡ Καρχηδὼν, καθ' ὃν καιρὸν καὶ ἡ Κόρινθος, ἀνελήφθη πάλιν, τουτέστιν ἀνωρθώθη, ὑπὸ Καίσαρος τοῦ ἐπιλεγομένου Θεοῦ, οὗ υἱὸς ὁ Σεβαστὸς, πέμψαντος ἐκεῖ ἐποίκους Ῥωμαίους. Ἱστόρηται δὲ καὶ ὅτι Ταρσεῖς ἡ θεία γραφὴ οὐ τὴν Ταρσὸν κατά τινας, ἀλλὰ τὴν Καρχηδόνα ταύτην καλεῖ προκαθημένην τῆς Ἀφρικῆς. Ἡ δὲ περὶ τῆς ῥηθείσης βοὸς ἱστορία τοιαύτη ἐστί· Διδὼ ἡ τοῦ Πυγμαλίωνος ἀδελφὴ, θυγάτηρ Ἀγήνορος ἢ Βήλου βασιλέως Τυρίων, ἡ καὶ Ἔλισσα καλουμένη, καὶ Ἄννα. Συχαίῳ γενομένη γυνὴ ἀνδρὶ Φοίνικι, Τύρον ᾤκει· τοῦτον δὴ τὸν ἄνδρα ὁ Πυγμαλίων σὺν αὐτῷ ἀποδημοῦντά που δολοφονεῖ ἔρωτι χρημάτων. Ὁ δὲ δι' ὀνείρων σημάνας τὸ πάθος τῇ γυναικὶ κελεύει φεύγειν· οὐκέτι γὰρ εἶναι πιστὰ τῷ Πυγμαλίωνι, ἐν δευτέρῳ χρημάτων τὰ φυσικὰ τιθεμένῳ θεσμά. Ἡ δὲ προσλαβομένη τινὰς τῶν Τυρίων, συναραμένη δὲ καὶ τὰ χρήματα ἔρχεται ἐπὶ Λιβύην. Τοῦ δὲ Νομάδων καὶ Μαζίκων βασιλέως Ἰάρβαντος ἐκβάλλοντος αὐτὴν, ἠξίου ἡ γυνὴ χῶρον αὑτῇ τιμῆς ἀποδόσθαι ὅσον ἂν ῥινὸς, ἤγουν βύρσα, ἐπιλάβοι βοός. Τυχοῦσα δὲ τοῦ ἀξιώματος διὰ τὸ δόξαι μικρὰ αἰτῆσαι, λαμβάνει βύρσαν, καὶ κατατεμοῦσα εἰς λεπτὰ καὶ τὸν λεπτοτομηθέντα ἱμάντα ἐπεκτείνασα ἔσχε τὴν κύκλῳ ἐμπεριληφθεῖσαν γῆν τῷ ἱμάντι, εἰς μῆκός τε καὶ εἰς πλάτος πολὺν ὅρον τῇ πόλει τῷ τοιούτῳ σοφίσματι περιγράψασα. Καὶ οὕτως ἡ Καρχηδὼν Φοινίκων ἀνέκαθεν οὖσα τῶν μετὰ τῆς Διδοῦς νῦν Λιβύων ἐστί. Διδὼ δὲ ἐκάλεσαν οἱ πλεονεκτηθέντες τὴν τοιαύτην γυναῖκα ἐπιχωρίῳ φωνῇ, ὡς ἂν εἴποι τις ἀνδροφόνον, διαβάλλοντες ἐκείνην ὡς δῆθεν αἰτίαν ἔχουσαν τοῦ ἀνδροφονῆσαι διὰ τὸν ἐκ τοῦ ἀδελφοῦ φόνον. Ἡ δὲ τῆς πόλεως ἀκρόπολις διὰ τὴν ῥηθεῖσαν ἱστορίαν τῆς βοὸς Βύρσα ἐκλήθη τὸ παλαιόν. Φασὶ δὲ καὶ ὅτι ὁ ῥηθεὶς Ἰάρβας τὴν πόλιν μετὰ τὴν κτίσιν καθάρας ἐκάλεσε τῇ Λιβύων φωνῇ Καινὴν πόλιν, ὕστερον δὲ ἐκλήθη Καρχηδών. Ἄλλοι δὲ οὕτως ἱστοροῦσι· «Καρχηδὼν ἡ πόλις ἀπὸ Καρχηδόνος τινὸς, ἀνδρὸς Φοίνικος. Ἐκαλεῖτο δὲ καὶ Καινὴ πόλις καὶ Καδμεία καὶ Κακκάβη, ὅπερ τῇ ἐγχωρίῳ διαλέκτῳ ἵππου δηλοῖ κεφαλήν. Ἐξ αὐτῆς φασι Κλειτόμαχον εἶναι τὸν Ἀκαδημαϊκὸν φιλόσοφον, τὸν καὶ Ἀσδρούβαν καλούμενον, ὃς ἠκροάσατο τοῦ σοφοῦ Καρνεάδου κηʹ ἐτῶν ἄνθρωπος ἐλθὼν Ἀθήναζε ἄμοιρος, φασὶ, καὶ τῶν πρώτων στοιχείων, καὶ ὅμως ὀξύτητι φύσεως καὶ ἄκρᾳ μελέτῃ εἰς πολὺ σοφίας ἐληλακώς.» Οἱ δὲ καὶ τοῦτο περὶ Καρχηδόνος φασὶν, ὡς ἄρα οἱ περὶ τὴν Ἔλισσαν, ἤγουν οἱ μετὰ τῆς Διδοῦς, ὀρύσσοντες εἰς πόλεως κτίσιν, καὶ βοὸς εὑρόντες κεφαλὴν, ἀπέσχοντο τοῦ ὀρύσσειν, οἷα ὀπτευσάμενοι μόχθους καὶ δουλείαν συνεχῆ, ὃ καὶ οἱ βόες πάσχουσιν. Ὀρύξαντες δὲ περί που φοίνικα πεφυτευμένον εὗρον κεφαλὴν ἵππου, καὶ συμβαλόντες σημαίνεσθαι σχολὴν αὑτοῖς καὶ παρ' ἄλλων δόσιν τροφῆς, καθὰ καὶ τοῖς ἵπποις, ἔκτισαν ἐν τῷ τοιούτῳ τόπῳ τὴν Καρχηδόνα, καὶ ταῦτα πότιμον ὕδωρ μὴ ἔχοντι· καὶ τάχα διὰ τοῦτο καὶ Κακκάβη ἐκλήθη, ὡς ἀνωτέρω ἔκκειται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
