# Commentarium in Dionysii periegetae orbis descriptionem 198

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 198. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/198

Ὅτι μετὰ τὴν Καρχηδόνα Σύρτις ἡ μικροτέρα, ἡ καὶ Λωτοφαγῖτις, μεθ' ἣν πρὸς αὐγὰς ἡλίου ἡ ἑτέρα ἔρχεται ἄσπετος, εὐρυτέραις βαρυνομένη προχοαῖς. Πολλὴ δὲ ἡ τῶν Σύρτεων χαλεπότης, ὥς φασιν οἱ παλαιοὶ, διὰ τὸ τεναγῶδες τοῦ βυθοῦ, καὶ ὅτι κατὰ τὰς ἐκεῖ ἀμπώτεάς τε καὶ πλημμυρίδας συμβαίνει, κατὰ τὸν Γεωγράφον, ἐμπίπτειν τοὺς παρατυχόντας εἰς τὰ βραχέα καὶ καθίζειν καὶ εἶναι σπάνιον τὸ σωζόμενον σκάφος. Τοῦτο δὲ καὶ ὁ Διονύσιος ἐμφαίνων φησίν «ἔνθα ἄλλοτε μὲν κορυσσομένης Τυρσηνίδος θαλάσσης πλημμυρὶς ἐγείρεται, ἄλλοτε δὲ ἄμπωτις ξηραῖς ἐπιτρέχει ψαμάθοις» εἰρηνοῦντος δηλονότι τοῦ πόντου, καὶ μὴ κορυσσομένου τοῖς κύμασι. Καὶ ἀνωτέρω δὲ ὁ αὐτὸς ἔφη περὶ τῆς μικρᾶς, ὅτι τηλόθεν ἐρχομένην δέχεται πλημμυρίδα πόντου. Τεναγώδης δὲ ὁ τόπος, ὡς ἐρρέθη, καὶ οὐκ ἀεὶ βαθεῖα θάλασσα, ἀλλὰ κατὰ καιρούς τινας πολὺ τοῦ ὕδατος ἐπισυρομένη· ὅθεν καὶ Σύρτις καλεῖται. Ἔστι δὲ ἡ μὲν ἐλάττων Σύρτις χιλίων ἑξακοσίων σταδίων, ὡς οἱ παλαιοί φασι, τὴν περίμετρον, τῆς δὲ μεγάλης ὁ κύκλος πεντακισχιλίων σταδίων. Τὸ δὲ πρὸς αὐτῶν πέλαγος Λιβυκὸν καλεῖται ἀποτελευτῶν εἰς τὴν Αἴγυπτον. Ἄμπωτις δέ ἐστι ξηρασία καὶ ἀνάποσις ὕδατος περιοδικὴ, ἀνάπωτις οὖσά τις, καὶ ἐν συγκοπῇ ἄμπωτις. Πάθος δέ ἐστι γινόμενον πολλαχοῦ, οἷα τοῦ ἐπιπολάζοντος ὕδατος ἀπονοστοῦντος, καὶ ἐν τῷ οἷον ἀναπίνεσθαι ὑπὸ γῆν δυομένου κατὰ χρονικὰς περιόδους τινάς. Αἴτιον δέ φασι τοῦ πάθους τού του πνεῦμα ὑπόγεων, ποτὲ μὲν ἐπιὸν, ποτὲ δὲ ἀπιὸν καὶ ὑπονοστοῦν, ὅτε τὸ ὕδωρ ἀνωθούμενον, εἶτα συγκαταδῦνον ποιεῖ τὴν ἄμπωτιν, ἥτις, ὡς ἐρρέθη, ἐκ τῆς ἀναπόσεως κέκληται, ὥσπερ αὖ πάλιν ἐκ τοῦ ἐναντίου ἡ πλημμύρα ὠνόμασται, ὡς ἀπὸ τοῦ πλῷ πλήσω τὸ ἀναπληρῶ, ἐξ οὗ καὶ ἡ πλήμη παρὰ τῷ Γεωγράφῳ, ἀφ' ἧς ἡ πλημμύρα παρῆχθαι δοκεῖ κατὰ παρωνυμίαν τινά. Τάχα δὲ ἀπὸ τῆς τοιαύτης πλήμης καὶ τὸ πλημμελεῖν ἐπί τε πλαδῶντος στομάχου λέγεται καὶ ἑτέρων σημασιῶν μεταφορικῶς.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
