# Commentarium in Dionysii periegetae orbis descriptionem 232

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 232. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/232

Ὅτι τοὺς Αἰγυπτίους ἐγκωμιάζων ὁ Διονύσιος γένος αὐτοὺς ἀριπρεπέων λέγει ἀνδρῶν, οἳ πρῶτοι, φησὶ, βίου κελεύθους, ὃ ἔστι τέχνας, ἐξευρόντες διεστήσαντο, ἤτοι διεῖλον, εἰς γεωργίαν, τυχὸν καὶ στρατείαν καὶ ἱερωσύνην καὶ εἰς τοιαῦτά τινα. Πρῶτοι δὲ ἱμερόεντος, φησὶν, ἐπειράθησαν ἀρότρου, καὶ σπόρον ἰθυτάτης ὑπὲρ αὔλακος ἡπλώσαντο· πρῶτοι δὲ γραμμαῖς πόλον διεμετρήσαντο, τὰς τοῦ ἡλίου δηλαδὴ ἐξευρόντες τροπὰς, καὶ θυμῷ, τουτέστιν οἴκοθεν ἐκ ψυχῆς καὶ ἀδιδάκτως, φρασάμενοι λοξὸν δρόμον ἡλίου, ὡς αὐτόχρημα θυμόσοφοι. Καὶ ὁ μὲν περιηγητὴς οὕτω σεμνολογεῖ αὐτούς. Λέγει δὲ καὶ Ἡρόδοτος πρώτους ἀνθρώπων Αἰγυπτίους ἐξευρεῖν τὸν ἐνιαυτὸν, καὶ ὅτι τῶν Αἰγυπτίων οἱ Ἡλιουπολῖται λογιώτατοι. Ἄλλη δὲ ἱστορία καὶ πανούργους οἶδεν αὐτοὺς, ὡς καὶ Θεόκριτος ὑπεμφαίνει. Ὅθεν καὶ Αἰγυπτιάζειν λέγεται τὸ ὕπουλα πράττειν, καὶ παροιμία κεῖται λέγουσα «Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι.» Ἱστοροῦνται δὲ καὶ δουλωθῆναι ὑπὸ Περσῶν. Ὁμώνυμος δὲ ἡ Αἴγυπτος Αἰγύπτῳ τῷ Βήλου, τῷ Δαναοῦ ἀδελφῷ. Λέγονται δὲ καὶ ξυρᾶσθαι τὰς κεφαλὰς οἱ Αἰγύπτιοι, καὶ πρὸς ἥλιον παχύνεσθαι τὸ ὀστοῦν, διὸ καὶ ἐλάχιστοι, φασὶν, εἰσὶν ἐν Αἰγύπτῳ φαλακροί.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
