# Commentarium in Dionysii periegetae orbis descriptionem 248

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 248. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/248

Ὅτι τὰς Αἰγυπτίας Θήβας ἑνικῶς ἐκφέρει, καὶ ἐρικυδέα λέγει πόλιν τὴν τοιαύτην Θήβην, καὶ ὠγυγίην καὶ ἑκατόμπυλον· ἔνθα γεγωνὼς, φησὶν, ὁ Μέμνων ἀνατέλλουσαν τὴν ἑαυτοῦ Ἠῶ, τουτέστι τὴν μητέρα Ἡμέραν, ἀσπάζεται· ἀνδριὰς μὲν ὢν, διά τινος δὲ μηχανῆς ἅμα καὶ ἡμέρᾳ λαμπούσῃ φωνῶν, καὶ οὕτω πως ἐξ αὐτομάτου προσλαλῶν οἷον καὶ ἀσπαζόμενος τὴν Ἡμέραν, ἧς ἐλέγετο υἱὸς εἶναι διὰ τὸ ἐν Αἰθίοψι τάχα κάλλιστος εἶναι, καὶ μόνος ὑπερλελευκάνθαι τὴν χροιὰν, πατρὸς ὢν Τιθωνοῦ, ἀδελφοῦ Λαομέδοντος, ὃν πρὸς τῇ Κέρνῃ ἀφορίζει ὁ Λυκόφρων, περὶ ἧς ἀνωτέρω γέγραπται. Φασὶ δὲ τὰς Θήβας καὶ Διὸς πόλιν ποτὲ κληθῆναι. Ἐξαίρει δὲ αὐτὰς τῷ λόγῳ καὶ ὁ Ποιητὴς ἐν τῇ Ἰλιάδι. Ἐννέα δὲ ἱστοροῦνται Θῆβαι, ὧν μία καὶ αὕτη ἡ περὶ Αἴγυπτον, μεγίστη μέν ποτε οὖσα, ὡς καὶ εἰς ἑκατὸν πύλας ἀνοίγεσθαι, καὶ εἰς σταδίους εἴκοσι καὶ τετρακοσίους ἐκτείνεσθαι, νῦν δὲ ἐν ὀνόματι μόνον κειμένη, διὰ τὸ κατεσκάφθαι καὶ ἀνεστατῶσθαι τέλεον. Φασὶ γὰρ ὅτι Καμβύσης αὐτὰς ὁ Περσῶν βασιλεὺς εἰς ἔδαφος κατέστρεψεν. Ὅτι δὲ περὶ τοὺς τοιούτους τόπους ὑετὸς οὐ καταρρήγνυται, δηλοῖ ὁ θαυμάζων ὅτι ἐπὶ Ψαμμηνίτου τοῦ υἱοῦ Ἀμάσιος ὕσθησαν αἱ Θῆβαι ψεκάδι. Ὅτι πολλοὶ καὶ ὄλβιοι ἄνδρες τὴν τῆς Αἰγύπτου ἔχουσι γῆν, οἷον οἱ ῥηθέντες Θηβαῖοι καὶ οἱ Ἀλεξανδρεῖς καὶ οἱ μεσήπειροι Ἑπταπολῖται καὶ οἱ περί που τὴν παραλίαν τὴν πρὸς τῇ Σερβωνίδι· λίμνη δὲ αὕτη καὶ χώρα, περὶ ἥν φασι τὸν Τυφῶνα κεκρύφθαι, πλησίον οὖσαν τοῦ πρὸς τῷ Πηλουσίῳ Κασίου ὄρους. Οἱ μέντοι Πηλουσιῶται ἐκτὸς τούτων εἰσὶ τῶν κατ' Αἴγυπτον, τὸ γὰρ Πηλούσιον ἤδη τῆς Ἀσίας ἐστίν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
