# Commentarium in Dionysii periegetae orbis descriptionem 270

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 270. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/270

Ὅτι Εὐρώπη ἡ χώρα ἐξ Εὐρώπης λέγεται καθὰ καὶ ὁ Λυκόφρων φησίν· ἀφ' ἧς ὁ Σαρπηδὼν, ὡς ἱστορεῖ Εὐριπίδης ἐν Ῥήσῳ. Ἀγήνορος δὲ αὕτη θυγάτηρ, ἣν Ταῦρος ὁ τῆς Κρήτης βασιλεὺς ἐληΐσατο, ναυμαχίᾳ τὴν Τύρον ἑλών. Σημείωσαι δὲ ὅτι ἄλλος ἐστὶν οὗτος παρὰ τὸν Λύκιον Σαρπηδόνα. Σαρπηδὼν μὲν γὰρ οὗτος ὁ τῆς ῥηθείσης Εὐρώπης ἀδελφός ἐστι Μίνωος καὶ Αἰακοῦ κατὰ τὸν Ἀρριανὸν, ὁ δὲ ἐκ Λυκίας Σαρπηδὼν ὁ Ὁμηρικὸς οὐκ ἂν εἴη τούτοις σύγχρονος. Ἱππίας δὲ ἀπὸ Ἀσίας καὶ Εὐρώπης τῶν Ὠκεανίδων τὰς ἠπείρους καλεῖ. Τισὶ δὲ οὐκ ἀρέσκει ἐκ γυναικῶν ταῖς ἠπείροις τὰ ὀνόματα κεῖσθαι. Ἡρόδοτος δέ φησι τὰ τρία τῆς γῆς τμήματα ἐπωνυμίας ἔχειν γυναικῶν, λέγων ὅτι Λιβύη μὲν ἀπὸ Λιβύης λέγεται γυναικὸς αὐτόχθονος, ἡ δὲ Ἀσία ἀπὸ τῆς Προμηθέως μητρὸς ἐπονομάζεται, Λυδοὶ δὲ οὐχ οὕτως, ἀλλὰ ἀπὸ Ἀσίεω τοῦ Ἄτυος καλεῖσθαί φασιν αὐτὴν, ἀφ' οὗ καὶ ἐν Σάρδεσι φυλή τις καλεῖται Ἀσιάς. Ἡ δὲ Εὐρώπη δοκεῖ ἀπὸ τῆς Τυρίας Εὐρώπης λαβεῖν τὸ ὄνομα. Ὅτι δὲ βούλονταί τινες τὴν Εὐρώπην καὶ ἀπό τινος Εὐρώπου ἀνδρὸς ὠνομάσθαι προείρηται. Διὸ καὶ βαρύνεται· βαρεῖαν γὰρ ἔχει τάσιν καὶ ὁ Εὔρωπος τὸ κύριον, πρὸς ἀντιδιαστολὴν τοῦ εὐρωποῦ, ὅπερ δηλοῖ τὸν πλατὺν ἢ σκοτεινὸν, ἐξ οὗ καὶ σπήλαιον παρὰ τῷ Ὀππιανῷ εὐρωπόν. Δεῖ δὲ εἰδέναι καὶ ὅτι τὴν Εὐρώπην οἱ παλαιοί φασι διαφέρειν τῆς Ἀσίας οὐ μόνον ἀνδρῶν ἀρετῇ καὶ πλούτῳ καὶ καρποῖς, ἀλλὰ καὶ σπάνει θηρίων. Πολυσχημονεστάτη δὲ ἠπείρων ἡ Εὐρώπη, ἁπλουστάτη δὲ τοὐναντίον ἡ Λιβύη, ἡ δὲ Ἀσία μέσην ἀμφοῖν ἔχει διάθεσιν. Κἀκεῖνο δὲ γνωστέον, ὅτι Εὐρώπη μὲν πάντα τὰ κατὰ δύσιν ἀρξαμένοις ἀπὸ Ἑλλησπόντου· οἱ δὲ παλαιοί φασιν ὅτι Οὐεσπασιανὸς ἐχώρισε τὴν Θρᾴκην ἀπ' αὐτῆς.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
