# Commentarium in Dionysii periegetae orbis descriptionem 281

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 281. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/281

Ὅτι ὑπὸ τὴν ἐσχάτην γλωχῖνα, ὃ ἔστι γωνίαν, τῆς Εὐρώπης, ἀγχοῦ τῶν στηλῶν τῶν περὶ τὰ Γάδειρα, οἱ Ἴβηρές εἰσι τεταμένοι, ἄχρι καὶ τοῦ βορείου ψυχροῦ ὠκεανοῦ. Τούτους μεγαθύμους φησὶ δι' ἣν εἶχον ἀνδρείαν. Ἄποικοι δὲ τούτων οἱ ἑῷοι Ἴβηρες, ὡς καὶ τῶν Εὐρωπαίων Γαλατῶν οἱ Ἀσιανοὶ οἱ περὶ τὴν Ἄγκυραν. Καλοῦνται δὲ ἀπὸ Ἴβηρος ποταμοῦ, οὗ ἴδιον λέγεται τὸ πλημμύρειν καὶ δίχα χιόνων, ὅτε τὰ βόρεια πνεύματα πλεονάσει. Αἰτία δὲ τοῦ τοιούτου πάθους, φασὶν, ἡ λίμνη, δι' ἧς ὁ τοιοῦτος ποταμὸς ῥέει. Συνεκβάλλουσι γὰρ τὸ λιμναῖον οἱ ἄνεμοι, καὶ οὕτω ποιοῦσι πλεονασμὸν τοῦ ὕδατος. Κατὰ δέ τινας ἀπὸ βασιλέως ὁμωνύμου οἱ Ἴβηρες ἔλαχον τὸ οὕτω καλεῖσθαι. Κελτὸς γὰρ καὶ Ἴβηρ, παῖδες Ἡρακλέος ἀπὸ βαρβάρου γυναικὸς, ἐξ ὧν τὰ ἔθνη οἱ Κελτοὶ καὶ οἱ Ἴβηρες. Ἰστέον δὲ ὅτι ἡ Ἰβηρία, οὐ πᾶσα μέντοι, ἀλλὰ μόνη ἡ ἐντὸς τοῦ ῥηθέντος Ἴβηρος ποταμοῦ, καὶ Ἱσπανία συνωνύμως ἢ πολυωνύμως ἐλέγετο. Ῥωμαῖοι δὲ καὶ τὴν πᾶσαν οὕτως ἐκάλεσαν ὕστερον, ὡς εἶναι διώνυμον, Ἰβηρίαν τε καὶ Ἱσπανίαν. Λέγονται δὲ πλείους ἢ χίλιαι πόλεις Ἰβήρων εἶναι. Οἱ δὲ τοῦτο λέγοντες καὶ τὰς μεγάλας κώμας πόλεις ὠνόμαζον. Φασὶ δὲ ἐν Ἰβηρίᾳ καὶ πόλιν εἶναι Ὀδύσσειαν καὶ ἄλλα πολλὰ ἴχνη τῆς Ὀδυσσέως πλάνης. Ὑδροποτεῖν δὲ λέγονται οἱ Ἴβηρες καὶ μονοσιτεῖν καὶ πολυτελεῖ ἐσθῆτι χρῆσθαι.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
