# Commentarium in Dionysii periegetae orbis descriptionem 304

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 304. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/304

Ὅτι τὰ διὰ τοῦ ανος ἐθνικὰ ὀνόματα ἐκτείνει παρὰ τῷ Διονυσίῳ τὴν παραλήγουσαν, οἷον Βρεττανός, Γερμανός, Ἀλανός, Καρμανός, Λευκανός. Τὸ [δὲ] Ἠριδανὸς οὐκ ἔθνους ὄνομα, ποταμὸς γάρ· διὸ συστέλλει τὴν παραλήγουσαν, ὡς καὶ τὸ ὠκεανός. Ὅτι τοὺς Γέτας Διονύσιος μὲν πρὸς βορρᾶν τοῦ Ἴστρου οἶδεν, ὡς ἀνωτέρω εἴρηται· καθὰ καὶ τοὺς Σαρμάτας, οἳ ἔθνος εἰσὶ Σκυθικόν. Ἡρόδοτος δὲ μέρος οἴεται εἶναι τῶν Θρᾳκῶν τοὺς Γέτας, ὁ δὲ Γεωγράφος ἐφ' ἑκάτερα τοῦ ποταμοῦ αὐτοὺς οἰκεῖν ἱστορεῖ, ὡς καὶ τοὺς Μυσοὺς καὶ τοὺς Θρᾷκας. Φιλογύναιοι δὲ, φησὶν, εἰσὶ, καὶ περὶ τὸ θεῖον σπουδάζοντες. Παρ' οἷς ἦν καὶ ὁ Ζάμολξις Πυθαγόρᾳ φοιτήσας καὶ τοῖς Αἰγυπτίοις καὶ πολλὰ προειπὼν, καὶ θεὸς διὰ τοῦτο κληθεὶς, καὶ κοινωνῶν βασιλεῖ τῶν πραγμάτων. Ἐγένοντο δέ ποτε οἱ Γέται, φησὶ, καὶ τοῖς Ῥωμαίοις φοβεροὶ, διαβαίνοντες τὸν Ἴστρον, καὶ λεηλατοῦντες τούς τε Ἰλλυριοὺς καὶ τοὺς Θρᾷκας καὶ τοὺς Μακεδόνας. Νόμος δὲ Γετικὸς ἐπισφάζεσθαι τὴν γυναῖκα τῷ ἀνδρὶ θανόντι, καὶ κιθαρίζειν ὅταν ἐπικηρυκεύωνται. Ἡρόδοτος δὲ καὶ τοξεύειν φησὶν αὐτοὺς ἄνω πρὸς τὴν βροντὴν καὶ τὴν ἀστραπὴν, ἀπειλοῦντας τῷ θεῷ. Ἔτι φησὶν ὁ Γεωγράφος διαβῆναι μέν ποτε τὸν Ἀλέξανδρον εἰς τοὺς πέραν Ἴστρου Γέτας, διὰ ταχέων δὲ ἀναστρέψαι λαβόντα δῶρα. Λέγει δὲ καὶ ὡς εἰς τοσοῦτον αὐτοί τε καὶ οἱ Δάκαι ηὐξήθησάν ποτε, ὥστε καὶ εἴκοσι μυριάδας ἐκπέμπειν στρατοῦ· ὕστερον δὲ συσταλέντες ἐγγὺς ἦλθον τοῦ ὑπακούειν Ῥωμαίοις. Ὁ δὲ Ἰουλιανὸς ἔν τινι τῶν αὑτοῦ λόγων γράφει, ὅτι τὸ τῶν Γετῶν ἔθνος τῶν πώποτε μαχιμωτάτων, διά τε ἀνδρίαν καὶ διὰ τὸν Ζάμολξιν ὃν τιμῶσιν· οὐ γὰρ ἀποθνήσκειν ἀλλὰ μετοικίζεσθαι νομίζοντες ἑτοιμότερον θνήσκουσιν ἢ τὰς ἀποδημίας ὑπομένουσι. Καὶ Ἡρόδοτος δὲ ἀπαθανατίζοντας αὐτοὺς καλεῖ, διὰ τὸν ῥηθέντα γόητα Ζάμολξιν, ὃν καὶ δουλεῦσαι αὐτὸς τῷ Πυθαγόρᾳ φησίν. Ἱστορεῖ δὲ καὶ ἀνδρειοτάτους Θρᾳκῶν τοὺς Γέτας καὶ δικαιοτάτους. Λέγει δὲ καὶ ὅτι εἷλεν αὐτοὺς ὁ Δαρεῖος, ὅτε σχεδίᾳ διαβὰς ἐκ τῆς Ἀσίας ἐπορεύετο διὰ τῆς Θρᾴκης.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
