# Commentarium in Dionysii periegetae orbis descriptionem 311

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 311. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/311

Ὅτι Βορυσθένης ὁ ἐν ποταμοῖς ᾀδόμενος Εὐξείνῳ τὸ ὕδωρ μίσγεται κατὰ τὸ ἐκεῖ Μέτωπον τοῦ κριοῦ, περὶ οὗ εἴρηται, ὀρθὸν οἷον ἐπὶ γραμμῇ, κατεναντία (ἤγουν ἀντικρὺ) τῶν Κυανέων πετρῶν. Ἐκεῖ δὲ ἐν τοῖς Ῥιπαίοις ὄρεσι Σκυθικοῖς, καὶ ὁ Ἄλδησκος, φησὶ, καὶ ὁ Παντικάπης οἱ ποταμοὶ μορμύρουσιν· ὧν παρὰ προχοαῖς ἡδυφαὴς ἤλεκτρος μήνης ἀρχομένης αὔξεται, οἷά τις αὐγή. Καὶ ὅρα ὅπως συμπαθῶς ἔχει περὶ τὴν σελήνην ὁ τοιοῦτος ἤλεκτρος, καὶ ὅτι τὸν ἤλεκτρον ἐνταῦθα λίθον τινὰ νοητέον, καὶ οὐ καθὰ τὸ λεγόμενον τῶν αἰγείρων δάκρυον, ὡς ἀνωτέρω εἴρηται. Ὅτι δὲ ἐν τοῖς Ῥιπαίοις ὄρεσιν οὐδέποτε χιὼν ἐπιλείπει προγέγραπται. Ὑπὲρ δὲ ταῦτα τὰ ὄρη οἱ λεγόμενοι Ὑπερβόρειοι καθήκειν εἰς τὴν θάλασσαν λέγονται. Ἀπὸ δὲ Παντικάπου τοῦ ποταμοῦ καὶ τὸ ἐκεῖ ὀνομάζεται Παντικάπαιον, πόλις μεγάλη, κτίσμα παιδὸς Αἰήτου, λόφος κύκλῳ περιοικούμενος, σταδίων εἴκοσι, μητρόπολις τῶν ἐκεῖ Βοσπορανῶν. Ἡρόδοτος δὲ περὶ τούτων τῶν ποταμῶν φησιν, ὅτι ὁ μὲν Βορυσθένης μέγιστος καὶ πολυαρκέστατος τῶν Σκυθικῶν ποταμῶν, καὶ πίνεσθαι ἥδιστος, ῥέων καλὸς παρὰ θολεροῖς. Πήγνυνται δὲ καὶ ἅλες παρὰ τῷ στόματι αὐτοῦ αὐτόματοι, καὶ κήτη ἀνάκανθα μεγάλα ταριχεύειν παρέχει, ἃ καλοῦσιν ἀντακαίους. Ὁ δὲ Παντικάπης ἀπὸ βορρᾶ ῥέων ἐν τῷ τέλει συμμίσγεται τῷ Βορυσθένει. Τὸ δὲ μεταξὺ τούτων τῶν ποταμῶν νέμονται οἱ Γεωργοὶ Σκύθαι. Δέκα δὲ, φησὶν, ἡμερῶν ὁδὸς ἀπὸ Ἴστρου ἐπὶ Βορυσθένην· ὁμοίως δὲ καὶ ἀπὸ Βορυσθένους ἐπὶ τὴν Μαιῶτιν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
