# Commentarium in Dionysii periegetae orbis descriptionem 322

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 322. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/322

Ὅτι οὐ μόνον Εὐρωπαῖοι Μυσοὶ, ἀλλὰ καὶ Ἀσιανοί. Ὁ δὲ Ἀρριανὸς τῶν Εὐρωπαίων Μυσῶν ἀποίκους λέγει τοὺς ἐν τῇ Ἀσίᾳ Ὀλυμπηνοὺς Μυσοὺς, οἵτινες Μυσοὶ ὀνομάζονται ἢ ἀπὸ Μυσοῦ τοῦ Διὸς ἢ ἀπὸ ἑτέρου Μυσοῦ υἱοῦ Ἀργανθώνης τῆς γενναίας, τῆς ὀρεσιβίου, ἢ ἀπὸ τοῦ φυτοῦ τῆς μυσῆς ἢ τοῦ μυσοῦ, ἀμφοτέρως γὰρ λέγεται, ὅπερ τὴν ὀξύην δηλοὶ κατὰ τὴν γλῶσσαν τῶν Λυδῶν, ὡς καὶ ὁ Γεωγράφος φησίν. Ἡρόδοτος δὲ τοὺς ἐν τῇ Ἀσίᾳ Μυσοὺς Λυδῶν ἀποίκους λέγει, Ὀλυμπηνοὺς καλουμένους, ἀπὸ ὄρους Ὀλύμπου τοῦ Ἀσιανοῦ. Ὅτι Θρᾷκες οὐ μόνον Εὐρωπαῖοι, ἀλλὰ καὶ Ἀσιανοὶ, κατὰ τὴν Ἀρριανοῦ ἱστορίαν, λέγοντος, ὥσπερ Φρύγας καὶ Μυσοὺς, οὕτω δὴ καὶ Θρᾷκας ἐξ Εὐρώπης διαβῆναι εἰς Ἀσίαν μετὰ Πατάρου τινὸ ἡγεμόνος, ὅτε οἱ Κιμμέριοι τὴν Ἀσίαν κατέτρεχον, οὓς ἐκβαλόντες ἐκ Βιθυνίας οἱ Θρᾷκες ᾤκησαν αὐτοί· καὶ τάχα ἐκ τῶν τοιούτων Θρᾳκῶν πλατυνθέντων καὶ τὸ νῦν λεγόμενον Θρᾳκήσιον τὴν κλῆσιν εὕρηκεν. Ὁ δ' αὐτὸς Ἀρριανὸς καὶ Θρᾴκην τινὰ ἱστορεῖ νύμφην σοφὴν ἀμφὶ ἐπῳδάς τε καὶ φάρμακα, καὶ οἵαν τὰ μὲν ἐκλῦσαι τῶν παθημάτων φαρμάκοις, τὰ δὲ ἐργάσασθαι· ὁποία τις καὶ ἡ Μήδεια ἱστόρηται καὶ ἡ Ἀγαμήδη καὶ ἡ θρυλουμένη Κροκοδίκη. Καὶ ἀπὸ ταύτης τῆς Θρᾴκης δοκεῖ ὠνομάσθαι ἡ χώρα, Πέρκη ποτὲ καλουμένη. Ὁ αὐτὸς λέγει καὶ ὅτι ἔθος ἦν Θρᾳξὶ πολλὰς ἔχειν γυναῖκας, ὡς ἂν ἐκ πολλῶν πολλοὺς ἔχοιεν παῖδας, καὶ τὸ ἔθος αὐτοῖς γενέσθαι φησὶν ἀπὸ βασιλέως αὐτῶν Δολόγκου, ᾧ παῖδες πολλοὶ ἐκ πολλῶν γυναικῶν ἐγένοντο. Ἡρόδοτος δὲ ἱστορεῖ καὶ ὑπὸ τῷ Κροίσῳ Θρᾷκας εἶναί τινας, λέγων ὅτι Κροῖσος κατεστρέψατο Χάλυβας, Παφλαγόνας, Θρᾷκας Θυνοὺς καὶ Βιθυνοὺς, καὶ τὰ ἑξῆς. Καὶ Ξενοφῶν δὲ οἶδεν Ἀσιανήν τινα Θρᾴκην ἀρξαμένην ἀπὸ τοῦ στόματος τοῦ Πόντου μέχρι Ἡρακλείας, ἐπὶ δεξιὰ εἰσπλέοντι. Ἱστορία δέ τις ἱερὰ καὶ περὶ τὰ τῆς Λιβύης που νότια ὑπὲρ Ἀλεξάνδρειαν Θρᾴκην τινὰ ὀρεινήν φησιν, ἐν ᾗ καὶ ἀσκητὴν ἱστορεῖ γενέσθαι περίπυστον. Λέγεται δὲ ὅτι οἱ Εὐρωπαῖοι Θρᾷκες στίζονται, κρίνοντες εὐγενὲς μὲν τὸ ἐστίχθαι, ἀγεννὲς δὲ τὸ ἄστικτον· καὶ καλὸν μὲν τὸ ἀργεῖν, ἀτιμότατον δὲ τὸ ἐργάζεσθαι τὴν γῆν· κάλλιστον δὲ τὸ λῃστεύειν καὶ ἀπὸ πολέμου ζῆν. Ὅτι δὲ τὸ Θρᾷξ περισπᾶται καὶ ὅτι ὡς συναιρεθὲν ἔχει τὴν τοῦ τόνου περίκλασιν, προδηλότατόν ἐστι. Δηλοῖ δὲ τὴν τῆς λέξεως συναίρεσιν τό τε Θρήϊκες καὶ τὸ Θρηΐκιον στόμα καὶ ὅσα τοιαῦτα· ὥστε συναιρεῖσθαι τὸ Θρᾷξ ἀπὸ τοῦ Θράϊξ βαρυτόνου ὀνόματος.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
