# Commentarium in Dionysii periegetae orbis descriptionem 347

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 347. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/347

Ὅτι Τυρρηνοὶ οἱ καὶ Ἐτροῦσκοι λεγόμενοι καὶ Τοῦσκοι παρὰ Ῥωμαίοις, ἔθνος λῃστρικὸν καὶ ὠμὸν, βόρειοι κεῖνται ἐκ τῆς ζεφυρίτιδος τοῦ Ἀπεννίου ὄρους πλευρᾶς, καλοῦνται δὲ Τυρρηνοὶ ἀπὸ Τυρρηνοῦ Λυδοῦ, υἱοῦ Ἄτυος, ᾧ πολὺν λαὸν ὁ πατὴρ συστήσας ἐν καιρῷ λιμοῦ ἐξέστειλεν, ἀφ' οὗ ἡ χώρα Τυρρηνία ἐκλήθη, ιβʹ πόλεις κτίσαντος, αἷς οἰκιστὴν ἐπέστησε Τάρκωνα, οὗ καὶ Λυκόφρων μέμνηται· ὃν διὰ τὴν ἐκ παίδων σύνεσιν πολιὸν γεγενῆσθαί φασιν, ἀφ' οὗ καὶ πόλις Ταρκυνία. Καὶ τὸν Τρωικὸν δὲ Κύκνον διὰ τοιοῦτον λόγον τινὰ ἐκ γενετῆς οἱ παλαιοὶ πολιὸν γενέσθαι φασὶ, καὶ οὐ μόνον διὰ λευκότητα σαρκῶν καὶ τριχῶν. Ὅτι ἐπὶ Τυρρηνοῖς εἰσι Πελασγοὶ, οἳ διὰ πενίαν σποράδες μετοικοῦντες ἦλθόν ποτε καὶ ἐκεῖ, μακρὰν ἀπὸ τῆς κατὰ Ἀρκαδίαν Κυλλήνης, καὶ ᾤκησαν Εὐάνδρου τινὸς ἡγησαμένου τῆς ἀποικίας αὐτοῖς, ὃς ἐπὶ ἄρχοντος Ἀρκαδίας Ἀγαμήδους τοῦ Στυμφαλοῦ θεοφορήτῳ μητρί φασι πεισθεὶς καὶ λαὸν ἀγείρας καὶ ἐλθὼν ἐκεῖ κατέπαυσε, τῷ Πανὶ νεὼν ἱδρύσας καὶ λόφον ὀχυρωσάμενος, ὃν Παλλάντιον ὠνόμασεν ἀπὸ τοῦ υἱοῦ Πάλλαντος, τοῦ καὶ ἐπ' ἄκρῳ τοῦ λόφου θάψαντος αὐτὸν θανόντα, καὶ τὸν Ἡρακλέα ξενίσαντος ἀπὸ τῶν τοῦ Γηρυόνου ἐπανιόντα βοῶν· ὅθεν καὶ νῦν οἱ Λατῖνοι τοὺς βασιλεῖ πρέποντας τόπους οὕτω καλοῦσι παλάτια, καθ' ἀφαίρεσιν ἀμεταβόλων τοῦ τε λ καὶ τοῦ ν. Ὅτι, ὡς εἴρηται, σποράδες εἰσὶν οἱ Πελασγοὶ τεθρύληται, ἐπεὶ καὶ οἱ ἐν Τρῳάδι Κίλικες, κατὰ τὸν Ποιητὴν, ὁμόρους ἔχουσι Πελασγούς. Ἐρρέθη δὲ καὶ ἡ Λέσβος ποτὲ Πελασγία, καὶ Δωδωναῖος δὲ ἔστι Ζεὺς Πελασγικὸς παρὰ τῷ Ποιητῇ. Γεγόνασι δὲ καὶ Κρήτης ἔποικοι Πελασγοὶ, ὡς Ὀδυσσεὺς ἐν τοῖς πρὸς Πηνελόπην λόγοις ἐμφαίνει. Καὶ ἡ Λῆμνος δέ ποτε ᾠκεῖτο ὑπὸ Πελασγῶν, ἐξ ὧν Λήμνια παροιμιάζονται κακὰ, διὰ τοὺς φόνους οὓς ἐποίησαν, γυναῖκάς τε κτείναντες αἰχμαλώτους ἀδίκως καὶ παῖδας οὓς ἐξ αὐτῶν ἐτεκνοποιήσαντο. Καὶ περὶ τὴν ἐν Πελοποννήσῳ δὲ Ἀχαΐαν ἦσαν Πελασγοὶ, καὶ Αἰολικοὶ περὶ τὴν Ἀσίαν, ὥς φησιν Ἡρόδοτος. Εὐριπίδης δὲ καὶ τοὺς Ἀργείους Πελασγοὺς οἶδεν εἰπών· «Πάλαι Πελασγοὶ, Δαναΐδαι δὲ δεύτερον.» Ἡρόδοτος δὲ οὐ μόνον περὶ τὴν Λῆμνον, ἀλλὰ καὶ περὶ τὴν Ἴμβρον οἰκῆσαι λέγει Πελασγούς. Ἔστι δὲ καὶ ἐν Ἀθήναις τεῖχος Πελαργικὸν, ἤτοι Πελασγικὸν, ὡς ὁ Κωμικὸς δηλοῖ ἐν τοῖς Ὄρνισιν, οἷα τῶν Πελασγῶν, φασὶ, καλουμένων παρ' Ἀττικοῖς Πελαργῶν διὰ τὸ πλανητικόν· πλάνητες γὰρ ἦσαν διὰ πενίαν, καὶ δίκην ὀρνέων ὅποι τύχοι ἐπεφοίτων. Καὶ ἡ περὶ Πηνειὸν δὲ καὶ Θερμοπύλας Θετταλία Πελασγικὸν Ἄργος ἐλέχθη ἀπ' αὐτῶν, ὡς ἐκεῖ ἐπαρξάντων. Φασὶ δὲ ἀνέκαθεν Ἀρκάδας γενέσθαι τοὺς Πελασγοὺς, ὡς καὶ ἀνωτέρω ἐρρέθη, στρατιωτικὸν ἑλομένους βίον, κἀντεῦθεν ἐπιφανεῖς γενομένους. Λέγονται δέ τινες τῶν Πελασγῶν καὶ θαλασσοκρατῆσαι γενναίως ἔτη πεʹ.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
