# Commentarium in Dionysii periegetae orbis descriptionem 358

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 358. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/358

Ὅτι κατὰ μὲν Ὅμηρον αἱ Σειρῆνες δύο καὶ ἀνώνυμοι, κατὰ δὲ τοὺς ἄλλους ποιητὰς τρεῖς, καὶ ὀνόματα αὐταῖς Παρθενόπη, Λίγεια καὶ Λευκωσία, αἳ παραπλεύσαντος αὐτὰς τοῦ Ὀδυσσέως καὶ μὴ θελχθέντος οἷς ἐμελῴδουν, νικηθεῖσαι τῇ ἀθυμίᾳ κατέρριψαν ἑαυτὰς εἰς τὴν θάλασσαν, καὶ ἀποπνιγεῖσαι ἄλλη ἀλλαχοῦ ἐξεβράσθησαν. Ὧν ἡ Παρθενόπη πρὸς τῇ Νεαπόλει τέθαπται, πόλει Καμπανῶν εὐδαίμονι, καὶ ἐκεῖ τετίμηται. Ταύτην γὰρ πέτραν Σειρηνίδα καλεῖ καὶ Παρθενόπης ἁγνῆς μέλαθρον, σταχύων βεβριθὸς ἀμάλλαις· ἣν καὶ ἐπαναλαβών φησι· Παρθενόπης, ἣν πόντος ὑπεδέξατο κόλποις, ἀποπνιγεῖσαν δηλαδή. Λέγει δὲ καὶ ὅτι ἐνταῦθα πρὸς νότιον ὁ Σίλαρος ῥέει ποταμός. Τοῦτον ὁ Γεωγράφος Σίλαριν γράφων λέγει ἴδιον τοῦ Σιλάριδος, ὅτι τοῦ ὕδατος ὄντος ποτίμου, τὸ καθιέμενον φυτὸν ἀπολιθοῦται, φυλάττον τὴν μορφήν. Μετὰ δὲ τὸ τοῦ ποταμοῦ τούτου στόμα, ὡς ὁ Γεωγράφος φησὶν, ἐν νʹ σταδίοις ἡ Ποσειδωνιὰς ἄκρα, ὅθεν ἐκπλέοντι νῆσος Λευκωσία ἐστὶν, ἠπείρου καὶ αὐτὴ ἀπόσπασμα, ἐπώνυμος μιᾶς τῶν Σειρήνων. Ἄλλοι δὲ περὶ Παρθενόπης οὕτω λέγουσι· Παρθενόπη πολλοῖς ἀνδράσιν ἐπιβουλευθεῖσα, καὶ τὴν παρθενίαν φυλάξασα, εἶτα Μητιόχου Φρυγὸς ἐρασθεῖσα, τάς τε τρίχας ἔτεμεν ἀκοσμίαν ἑαυτῆς καταψηφιζομένη, καὶ εἰς Καμπανοὺς ἐλθοῦσα ᾤκησε· καὶ τάχα διὰ τὴν τοιαύτην σωφροσύνην ἁγνὴν ὁ Διονύσιος τὴν Παρθενόπην ὠνόμασεν. Ἰστέον δὲ ὅτι εὐτελῶς εἰπεῖν δοκεῖ τὴν Νεάπολιν μέλαθρον Παρθενόπης· τοιοῦτον δὲ καὶ τὸ τὴν Κύπρον ἄστυ Ἀφροδίτης ῥηθῆναι. Τὸ δὲ σταχύων βεβριθὸς ἀμάλλαις ἀντὶ τοῦ εὔσταχυ καὶ πολυφόρον. Τίνες δὲ αἱ ἄμαλλαι, ἀλλαχοῦ εἴρηται, ὅπου καὶ περὶ ἀμαλλοδετήρων. Τὸν δὲ Σίλαριν ὁ Διονύσιος Πευκεντῖνον ποταμὸν λέγει, τουτέστι περὶ τοὺς λεγομένους Πευκεντίνους ῥέοντα. Ὅθεν καὶ σημείωσαι, ὅτι ἔοικε Πευκέντιον δεῖν αὐτὸν λεχθῆναι, πλεονάσαι δὲ τὸ ν ἐν τῇ παραληγούσῃ διὰ μέτρου ἀνάγκην.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
