# Commentarium in Dionysii periegetae orbis descriptionem 374

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 374. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/374

Ὅτι Συβαρῖται τὰ τοῦ Ἀλφειοῦ ἀναθήματα συλήσαντες αἰσχρῶς ἀπεχρήσαντο, διὸ θεομηνίαν ἐπεσπάσαντο, καὶ ἐπεὶ πρὸς ἔσχατον τρυφῆς ἐλάσαντες ἤσκησαν καὶ τοὺς ἵππους εἰς εὐρυθμίαν, καὶ ἐδίδαξαν καταυλουμένους ὀρχεῖσθαί τε καὶ ὀρθοῦσθαι, γέγονεν αὐτοῖς τοῦτο πανωλεθρίας αἴτιον. Ἐχρῆν δὲ τοὺς Σιβαρίτας μὴ οὕτω ποιεῖν, ἀλλὰ πολεμιστὰς τοὺς ἵππους γυμνάζειν, καθάπερ Ἀρτύβιος Πέρσης ἀνὴρ στρατηγὸς ἵππον ἐδίδαξεν ὀρθὸν ἀνίστασθαι πρὸς ὁπλίτην, ὡς Ἡρόδοτος ἱστορεῖ, καὶ τὸν προσενεχθέντα κατεργάζεσθαι, ποσί τε πλήττοντα καὶ στόματι δάκνοντα. Ἐκεῖνοι δὲ παιγνιήμονας τοὺς ἵππους ἀσκήσαντες ἀπεσφαιρίσθησαν εἰς πτῶμα θανάσιμον. Πολέμου γὰρ κροτηθέντος αὐτοῖς τε καὶ τοῖς Κροτωνιάταις, ῥίπτουσι μὲν τὰ ὅπλα οἱ τῆς Κρότωνος, τύμπανα δὲ ἀράσσουσι καὶ κύμβαλα καὶ αὐλοὺς μεταχειρίζονται καὶ κρόταλα, καὶ ὅσα ἐκμαίνειν οἶδε πρὸς ὄρχησιν. Καὶ οἱ ἵπποι τοῦ φίλου βόμβου ἀκούσαντες βακχεύονται πρὸς ὄρχησιν, καὶ ἀκρατεῖς ἑαυτῶν γενόμενοι ἀποσείονται τοὺς ἐπιβάτας, καὶ προχείρους ἐκτίθενται τοῖς πολεμίοις εἰς ὄλεθρον· καὶ οὕτως ἐρημοῦται Σύβαρις τρυφῆς γενομένη πάρεργον, διὰ ποινὴν, φασὶν, ἱεροσυλίας, ἣν ἐν τῷ κατὰ Πελοπόννησον βωμῷ τοῦ Ἀλφειοῦ ποταμοῦ ἐπλημμέλησαν. Ὅθεν καὶ ὁ Διονύσιος οἰκτιζόμενος αὐτήν φησι «δειλαία Σύβαρις τοὺς ναέτας στενάχουσα πεσόντας, ἐπεὶ οὐ κατὰ αἶσαν τοῖς Ἀλφειοῦ γεράεσσιν ἐπεμήναντο», τουτέστιν ἐπεμάνησαν, μανίαν ὀνομάσας τὸν τῆς φιλοχρηματίας ἔρωτα. Ἥτις μανία καλῶς ἐπιλέγεται παντὶ πράγματι παρὰ τὸ δέον πλεονάζοντι· οὕτω γὰρ καὶ ἐρωτομανία καλεῖται καὶ ὀψομανία καὶ οἰνομανὴς ἄνθρωπος καὶ τοιαῦτα πολλά. Σημείωσαι δὲ ὅτι τὸ ἀνάθημα καὶ θεῖον γέρας λέγεται; ἰδοὺ γὰρ ὁ Διονύσιος Ἀλφειοῦ γέρα ἔφη τὰ ἐν τῷ ναῷ κειμήλια. Ἄλλοι δέ φασι τοὺς Συβαρίτας ἀπολωλέναι κατὰ χρησμὸν παλαιὸν, διότι πρὸ θεοῦ ἐτίμησαν ἄνθρωπον, ὅτε τῶν τις Συβαριτῶν οἰκέτην μαστίζων φυγόντα μὲν ἐς θεοῦ ἐπέμενε τύπτων, ἐς μνῆμα δὲ πατρικὸν καταφυγόντα ᾐδέσθη· ὅτε καὶ ἀποστραφῆναί φασι τὸ τῆς Ἥρας ἄγαλμα, βαρυνθὲν ἐπὶ τῷ γενομένῳ. Διὸ καὶ ἐξετρίβη, φασὶ, κατὰ τὸν χρησμὸν ἡ πόλις γενομένη ἀνάστατος. Ἔλεγε δὲ ὁ ῥηθεὶς χρησμὸς, τότε τοὺς Συβαρίτας ἐξολέσθαι, ὅτε πρὸ θεοῦ ἄνδρα σεβίσονται. Ὑστέρῳ μέντοι χρόνῳ οἱ Ἀθηναῖοι καὶ οἱ Λακεδαιμόνιοι ἀποικίαν στείλαντες τὴν πόλιν συνῴκισαν, καὶ Θούριον, ὡς εἴρηται, μετωνόμασαν. Καὶ ἔστιν ἡ εἰς τὸ Θούριον ἀποικία πολλὴ ἐν ταῖς ἱστορίαις. Καί τινας Θουριομάντεις ὁ Κωμικὸς λέγει, ὡς εἰς αὐτὴν ὁδηγήσαντας. Ἱστορεῖται δὲ χλιδανὸς ἀνὴρ καὶ πάνυ τρυφῶν Σμινδυρίδης ὁ Συβαρίτης.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
