# Commentarium in Dionysii periegetae orbis descriptionem 376.1

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 376. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/376.1

Ὅτι Μαρσῶν θοὰ φῦλα εἰπὼν ὠκύποδας εἶναι παρεμφαίνει τοὺς Μαρσούς. Ἀπὸ τούτων ὁ ᾀδόμενος Μαρσικὸς (Ῥωμαϊκὸς) ὀνομάζεται πόλεμος, ἀρξάντων τῆς ἀποστάσεως. Ἐκ τούτων οἱ Ῥωμαῖοι τάσσουσιν ἐχιδνολογεῖν τινας εἰς κατασκευὴν θηριακῆς, ὡς δηλοῖ ὁ εἰπὼν ὅτι ἐν Ῥώμῃ τὰς ἐχίδνας θηρεύουσιν, οὓς ὀνομάζουσι Μαρσούς. Ὅτι ἡ Τάρας, ἡ καὶ Ταρεντὸς, ἐγγὺς κεῖται ἁλὸς, ὅθεν Ἴκκος ἦν ὁ Ταραντῖνος ἰατρὸς, ὃς ἐπὶ βίου εὐτελείᾳ εἰς παροιμίαν κεῖται τὴν λέγουσαν «Ἴκκου δεῖπνον» ἐπὶ τῶν ἀπερίττως δειπνούντων. Ἐκεῖθεν δὲ καὶ Ῥίνθων ἦν ὁ ἐπικαλούμενος φλύαξ, ἤγουν φλύαρος, ὑποκοριστικῶς, ὡς τὰ τραγικὰ εἰς γελοῖα μεταρρυθμίζων καὶ παίζων ἐν οὐ παικτοῖς, ἀλλὰ φλυαρῶν ἄντικρυς. Ἐλέγετο δὲ καὶ ἀρσενικῶς ὁ Τάρας ἐξ ἀναλογίας· οὐδὲν γὰρ ἔστιν εἰς ρας βαρύτονον θηλυκόν. Ἐπεχωρίασε δέ ποτε αὐτόθι ἡ ἐνόπλιος ἱππηλασία, ὅθεν ταραντινίζειν ἐλέγετο τὸ τὴν ἐνόπλιον καὶ εἰς μάχας χρήσιμον ἱππασίαν ποιεῖσθαι. Ὠνόμασται δὲ ἡ πόλις ἀπό τινος ἥρωος Τάραντος. Ἔσχε δὲ καὶ Λακεδαιμονίων ἀποικίαν· διὸ καὶ λέγει ὁ Διονύσιος, ὅτι Ἀμυκλαίων αὐτὴν ἐπολίσατο καρτερὸς Ἄρης, τουτέστι Λακώνων, ὧν μέρος αἱ Ἀμύκλαι. Λακεδαιμόνιοι γὰρ συνεχῶς ἀφισταμένοις τοῖς ὑπ' αὐτοὺς Μεσσηνίοις ἐπιστρατεύσαντες ὡρκωμότησαν μὴ μὴν ὑποστρέψειν πρὶν ἂν ἐκείνους κατὰ κράτος δουλώσωνται· ὅτε καὶ οἱ μὴ μετασχόντες τῆς στρατείας δοῦλοι ἐκρίθησαν, καὶ ἐκλήθησαν καὶ αὐτοὶ Εἵλωτες. Ἐπεκτεινομένου δὲ πολλοῦ καιροῦ τῷ πολέμῳ, πέμπουσιν αἱ πρεσβύτιδες διδάσκουσαι ὡς ἄτεκνοι τελευτῶσιν αἱ γυναῖκες, καὶ κίνδυνός ἐστι λειπανδρῆσαι τὴν πατρίδα, εἰ μὴ ποιήσονται πρόνοιαν τῆς τῶν γυναικῶν ἐπιγονῆς. Οἱ δὲ ἐπιλεξάμενοι πεντήκοντα εὐρωστοτάτους καὶ νεωτάτους καὶ οἵους παιδοποιεῖν, ὅσοι δηλαδὴ παῖδες συνεξελθόντες τοῖς ἐν ἡλικίᾳ, ἤγουν τοῖς τελείοις ἀνδράσιν, οὐ μετέσχον ἐκείνων τῶν ὅρκων, ἐπέταξαν συγγίνεσθαι ταῖς παρθένοις ἁπάσαις ἅπαντας, ὡς ἂν οὕτω πολυτεκνήσωσι. Καὶ ἀπ' αὐτῶν ἐκεῖναι συλλαβοῦσαι ἀπέτεκον. Οἱ δὲ τεχθέντες, οἷα μὴ τραφέντες γνησίως καὶ εὐγενῶς κατὰ τοὺς νόμους τοῦ Λυκούργου, ἄλλως καὶ οὐχ ὡς ἔδει ἐπολιτεύοντο, ἕως οὗ μετὰ ἐννεακαίδεκα ἔτη Μεσσήνης ἁλούσης ἐπανελθόντες οἱ ἐκ τοῦ πολέμου καὶ μοχθηρὰν εὑρόντες τὴν πολιτείαν ἐξήλασαν αὐτούς. Οὓς Φάλανθός τις ἀνὴρ ἐγχώριος λαβὼν καὶ εἰς ἀποικίαν σταλεὶς ᾤκισε τὸν Τάραντα. Ἐκαλοῦντο δὲ Παρθενίαι οἱ ἐκ τῶν παρθένων ἐκείνων γενόμενοι. Ἕτεροι δέ φασι τοὺς τοιούτους παῖδας ὡς νόθους ὑπὸ τῶν Λακώνων ὀνειδιζομένους μελετᾶν ἐπαναστῆναι αὐτοῖς, τὴν ὕβριν μὴ φέροντας, διὸ καὶ ἐκπεμφθῆναι εἰς ἀποικίαν. Ἄλλοι δὲ ἱστοροῦσιν ὅτι ἄτιμοι κριθέντες οἱ Παρθενίαι, ὡς ἀπὸ πορνείας φύντες, καὶ μὴ ἀνασχόμενοι τῆς ἀτιμίας ἐπεβούλευσαν ὁμόφρονες ὄντες πάντες, ὡς ἂν ἀλλήλων ἀδελφοὶ νομιζόμενοι· ὕστερον δὲ συμπεισθέντες ἐξῆλθον εἰς τὴν ῥηθεῖσαν ἀποικίαν. Ἴσχυσαν δέ ποτε καθ' ὑπερβολὴν οἱ Ταραντῖνοι. Ἐπέτριψε δὲ καὶ αὐτοὺς ἡ τρυφὴ, παρ' οἷς πανδήμους ἑορτὰς κατ' ἔτος πλείους ἢ τὰς ἄλλας ἡμέρας συνέβαινεν ἄγεσθαι, ὡς ἡ ἱστορία φησὶ, σοφισαμένοις διὰ τρυφὴν καὶ ἀργίαν τὰς συνεχεῖς ἑορτὰς, ὡς καὶ ἡ παροιμία φησίν, «ἀργοῖς αἰὲν ἑορτή.» Τάχα δὲ καὶ τὸ λεπτὸν γυναικεῖον περίβλημα τὸ Ταραντινίδιον παρ' αὐτοῖς διὰ τρυφὴν πρώτοις εὕρηται. Κεῖται δὲ, φασὶν, ὁ Τάρας, ἢ κατὰ Διονύσιον θηλυκῶς ἡ Τάρας, ἐπὶ χερρονήσῳ, ὡς καὶ τὰ πλοῖα ὑπερνεωλκεῖσθαι ῥᾳδίως ἑκατέρωθεν, ταπεινοῦ ὄντος τοῦ αὐχένος τῆς χερρονήσου.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
