Ancient Greek
Section 378
Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem 378.1
Not analysed yet
Ὅτι Καλαβροὶ καὶ Ἰάπυγες ἄρχονται μὲν ἀπὸ Τάραντος, καὶ τοῦ τῶν Μαρσῶν ἔθνους, τέτανται δὲ μέχρι τῆς παραλίου Ὑρίου, ὅπου σύρεται, φησὶν, ἡ Ἀδριὰς ἅλμη εἰς τὸν Ἀκυλήϊον κόλπον, ἤτοι τὸν περὶ Ἐνετίαν, τὸν τῆς Ἀδριάδος μυχὸν, ὃς λέγεται καὶ Ἀκυλεήσιος, κατὰ σχηματισμὸν τύπου Ἰταλικοῦ ἀπὸ Ἀκυληΐας. Πόλις δὲ ἡ Ἀκυληΐα μεγίστη, λεγομένη καὶ Ἀκυλία τετρασυλλάβως, παρονομαζομένη ἀπὸ ἀετοῦ, ὃς ἀκύλας πρὸς τῶν ἐκεῖ ἐλέγετο, πλησιάζουσα μὲν μάλιστα τῷ ἐνδοτάτῳ μυχῷ τοῦ Ἀδρίου κόλπου, ἔξωθεν δὲ οὖσα τῶν Ἐνετικῶν ὅρων, καὶ, ὥς τινές φασι, ἀπὸ θαλάσσης ρνʹ μίλια κειμένη, Ῥωμαίων κτίσμα. Ἀναπλέεται δὲ ὁλκάσι κατά τινα ποταμὸν, καὶ ἀνεῖται εἰς ἐμπόριον τοῖς περὶ τὸν Ἴστρον Ἰλλυριοῖς. Ἰστέον δὲ ὅτι οὗτος μὲν τὴν Ὕριον εἶπε θηλυκῶς, ἣν καὶ ἐπανέλαβε συνήθως, οἷα λόγου ἀξίαν. Οἱ δὲ ἄλλοι οὐδετέρως τὸ Ὕριον λέγουσι. Κρητῶν δὲ κτίσμα ἡ πόλις ἡ Ὑρία κατὰ Ἡρόδοτον, κτισθεῖσα ὅτε οἱ Κρῆτες εἰς Σικελίαν ἀφικόμενοι ἐπὶ πολιορκίᾳ καὶ μηδὲν ἰσχύσαντες ἐξεβλήθησαν εἰς τὴν γῆν χειμῶνι μεγάλῳ. Ἰστέον δὲ ὅτι κατὰ τὸν Γεωγράφον οἱ Ἰάπυγες καὶ Μεσάπιοι λέγονται· καὶ ὅτι ἀπό τινος Ἰάπυγος οὕτως ὀνομάζονται, ὃς ἐκ γυναικὸς Κρήσσης τῷ Δαιδάλῳ ἐγένετο. Τὴν δὲ ῥηθεῖσαν Ἐνετίαν, εἰ χρή τι παρεκβατικώτερον εἰπεῖν, νῦν μὲν Βενετίαν φαμὲν, καθότι καὶ Ἀρριανός φησιν, ὅτι «Ἐνετοὶ πονήσαντες ἐν μάχῃ κατὰ Ἀσσυρίους καὶ ἀποπεράσαντες εἰς Εὐρώπην ᾠκίσθησαν πρὸς Πάδῳ τῷ ποταμῷ, καὶ τῇ ἐπιχωρίῳ γλώττῃ Βενετοὶ ἐς τοῦτο ἔτι ἀντὶ Ἐνετῶν κληΐζονται, καὶ Βενετία ἡ γῆ ἥντινα νέμονται.» Οἱ δὲ παλαιοὶ Οὐενετίαν τὴν χώραν πεντασυλλάβως ἐκάλουν κατὰ γλῶσσαν οἰκείαν, ὡς καὶ τὸν Ὀκτάβιον Ὀκταούϊον, καὶ τὸν Φλαβιανὸν Φλαουϊανόν, καὶ ὅσα τοιαῦτα. Φασὶ δὲ αὐτοὺς ἐξ Ἐνετῶν τινων ἀνδρῶν Ἀσιανῶν κατάγεσθαι, οἳ πονήσαντες, ὡς ἐρρέθη, ἔν τινι πολέμῳ ἐς τὴν Εὐρώπην ἔφυγον. Ἄλλοι δὲ ἐκ τῶν κατὰ Παφλαγονίαν Ἐνετῶν αὐτοὺς τὴν τοῦ γένους ῥίζαν ἕλκειν φασὶ, φύλου ἀξιολόγου πλανηθέντος μετὰ τὴν τῆς Τροίας ἅλωσιν, ὅτε τὸν ἡγεμόνα Πυλαιμένην ἀποβαλόντες ἦλθον εἰς Θρᾴκην, καὶ πλανώμενοι ἀφίκοντο εἰς τὴν νῦν Ἐνετικὴν περὶ τὸν τοῦ Ἀδρίου μυχόν. Τῆς τοιαύτης δὲ τῶν Ἐνετῶν ῥίζης τῆς Παφλαγονικῆς μέμνηται καὶ ὁ Ποιητὴς λέγων· «Ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων.» Καὶ γέγραπται εἰς τοῦτο ἐκεῖ τὰ καίρια. Πολλοὶ δέ τινες τοὺς Ἐνετοὺς τούτους τοὺς περὶ Ἀκυληΐαν ἀποίκους φασὶν ὁμωνύμων παρωκεανιτῶν, οὐ μόνον Ἐνετῶν καλουμένων, ἀλλὰ καὶ Βελγῶν· ἔθνος δὲ Κελτικὸν οἱ Βέλγαι. Καί φησιν ὁ Γεωγράφος τοὺς τοιούτους Οὐενετοὺς, δηλαδὴ τοὺς παρωκεανίτας, οἰκιστὰς εἶναι τῶν κατὰ τὸν Ἀδρίαν Οὐενετῶν, καὶ ἐκείνους ναυμαχῆσαι πρὸς Καίσαρα, κωλύοντας αὐτὸν τοῦ εἰς τὴν Βρεττανίαν πλοῦ. Ἄλλοι δὲ εἰπόντες καὶ αὐτοὶ Ἐνετοὺς Παφλαγονικοὺς ἐκ τοῦ Τρωϊκοῦ πολέμου σωθῆναι αὐτόθι μετὰ τοῦ Ἀντήνορος τοῦ Τρωϊκοῦ, φασὶν ὅτι μαρτύριον τούτου ἡ περὶ τὴν ἱπποτροφίαν σπουδὴ, ἣν εἶχον καὶ οἱ Παφλαγονικοὶ Ἐνετοὶ καθ' Ὅμηρον· ὄνομα γὰρ ἡ Ἐνετικὴ πωλεία εἶχεν ἐν Ἕλλησιν. Ἐθύετο δὲ παρ' αὐτῶν λευκὸς ἵππος τῷ Διομήδει. Ὁμοιοπαθεῖ δὲ, φασὶ, τῷ ὠκεανῷ ἡ κατ' αὐτοὺς θάλασσα, ἀμπώτεις ὁμοίως ἐκείνῳ ποιοῦσα καὶ πλημμυρίδας, ὑφ' ὧν τὸ πεδίον λιμνοθαλάσσης μεστὸν γινόμενον, κατὰ τὴν παλαιὰν ἱστορίαν, διώρυξι καὶ παραχώμασιν ὡς τὰ τῆς Αἰγύπτου διοχετεύεται. Κἀκεῖνο δὲ ἰστέον, ὅτι τινὲς πᾶσαν τὴν μετὰ τοὺς Καλαβροὺς Ἀπουλίαν ἐκάλουν καὶ τὸ ἔθνος Ἀπούλους· καὶ ὅτι Καλαβρία οὐ διὰ τῆς αυ διφθόγγου ἀλλὰ διὰ τοῦ β γράφουσιν οἱ ἀκριβεῖς. Σημείωσαι δὲ καὶ ὅτι, ὥσπερ Θρηΐκιος ἄνεμος λέγεται ὁ διὰ τῆς Θρᾴκης πνέων, καὶ Λοκρὸς ὁ διὰ τῆς Λοκρίδος, οὕτω καὶ Ἰάπυξ ὁ διὰ τῆς γῆς τῶν Ἰαπύγων.