# Commentarium in Dionysii periegetae orbis descriptionem 38

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/38

Ὅτι ὁ Ἐρυθραῖος πόντος ὁ καὶ Αἰθιόπιος ἕτερός ἐστι τοῦ Ἀραβίου κόλπου, ὃς τῆς νοτίας θαλάσσης ἐστὶν ἀποχέτευμα, καθὰ καὶ ὁ Περσικὸς, ὡς μετ' ὀλίγα ῥηθήσεται. Ἀλλὰ τοῦτο μὲν κατὰ τὸν Διονύσιον. Ἕτεροι δὲ τὸν Ἀράβιον κόλπον καὶ τὸν Ἐρυθραῖον ταυτίζοντες ἱστοροῦσιν, ὅτι ὁ Ἐρυθραῖος κόλπος ποταμοῦ δίκην στενός ἐστι καὶ μακρὸς ἐπὶ πολλοὺς πάνυ σταδίους, μέχρι τοῦ στόματος στενοῦ καὶ αὐτοῦ παντάπασιν ὄντος. Καλεῖται δὲ Ἐρυθραῖος ἢ ἀπὸ τῆς ὑποκειμένης τῷ ὕδατι μιλτώδους [καὶ] ἐρυθρᾶς γῆς, ἢ ἐκ τῶν ὑπερκειμένων τοιουτοχρόων ὀρέων, οἷς ἕωθεν προσβάλλων ὁ ἥλιος ἐρυθρὰν φαντάζει τῇ θαλάσσῃ τὴν ἐπιφάνειαν, ἀνακλωμένης τῆς ὄψεως. Φησὶν οὖν ὁ παρὰ τῷ γράψαντι τὰ Ἐθνικὰ Οὐράνιος οὕτως ὀνομαζόμενος, ὅτι τὰ παρακείμενα ὄρη δεινῶς ἐρυθρά εἰσι καὶ πορφυρᾶ, καὶ ἐπὰν βάλλῃ εἰς αὐτὰ ὁ ἥλιος, καταπέμπει εἰς τὴν θάλασσαν ἡ αὐγὴ σκιὰν ἐρυθράν· καὶ ὄμβρῳ δὲ κατακλυσθέντων τῶν ὀρέων εἰς θάλασσαν συρρέοντι τοιαύτη, φησὶ, γίνεται ἡ θάλασσα τὴν χροιάν.» Τινὲς δὲ ἐρυθρὰν εἶπον διὰ τὸ πυροῦσθαι μάλιστα τῷ ἡλίῳ τὸ ἐκεῖ κλίμα· διὸ, φασὶ, καὶ Αἰθίοπες οἱ κατοικοῦντες λέγονται, ὡς κεκαυμένοι τὴν ὄψιν. Ὁ δὲ Γεωγράφος τὰ τῶν πολλῶν ἐπιτέμνων ταῦτα γράφει περὶ τῆς Ἐρυθρᾶς· «Ἐρυθρὰ θάλασσα λέγεται ἀπὸ χροιᾶς ἐμφαινομένης κατ' ἀνάκλασιν, εἴτε ἀπὸ ἡλίου κατὰ κορυφὴν ὄντος, εἴτε ἀπὸ τῶν ὀρῶν ἐρυθραινομένων ὑπὸ τῆς καύσεως. Οἱ δὲ ἀπὸ πηγῆς τινος ὕδωρ εἰς τὴν θάλασσαν εἰσαγούσης ἐρευθὲς καὶ μιλτῶδες, οἱ δὲ ἀπὸ Ἐρύθρα τινὸς, πρώτου περαιωθέντος ἐπὶ σχεδίας εἴς τινα ἐκεῖ νῆσον, διὰ ἱπποφόρβιον οἰστρηθὲν ὑπὸ λεαίνης, καὶ οἰκήσαντος ἐκεῖ καὶ ἡγησαμένου τῶν τόπων. Τινὲς δὲ καὶ Περσέως εἶπον υἱὸν εἶναι τοῦτον τὸν Ἐρύθραν.» Διονύσιος μέντοι προϊὼν ἐμφαίνει ἀπὸ Ἐρυθραίου τινὸς βασιλέως τὸν τόπον κληθῆναι, οὗ καὶ τάφον ἐκεῖ εἶναι λέγει. Ὅτι δὲ τὸ μιλτῶδες χρῶμα ἐρευθές ἐστιν, ὡς ἀνωτέρω γέγραπται, δῆλον τῇ αἰσθήσει· ὅθεν καὶ ὁ ποιητὴς ἐμβάπτων ταῖς ναυσὶ τὰ πρόσωπα μιλτοπαρῄους αὐτὰς καλεῖ.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
