# Commentarium in Dionysii periegetae orbis descriptionem 384

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 384. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/384

Ὅτι περὶ τὰ ἑῷα τῆς Ἀδριάδος νῆσοι Λιβυρναὶ ἢ Λιβυρνίδες, αἵτινες, ὡς προϊὼν ἐρεῖ, μετὰ τὰς Ἀψύρτου νήσους ἐρρίζωνται, ἔνθα ἐς αὐγὰς στρεπτὴ παρασύρεται ἅλμη, τουτέστιν ὅπου πρὸς ἕω κυρτοῦται ὁ κόλπος. Τοῦτο δὲ ἐδήλου καὶ ὅτε εἶπεν ὡς ἡ Ἀδριὰς εἰς εὖρον ἄνεμον τεκμαίρεται τὸν ὁλκόν. Ἐκεῖ δὲ, φησὶ, καὶ ἡ τῶν Ὑλλήων, ἤγουν Ὑλλέων, ἐρυμνὴ γῆ ὅση παράκειται τῷ ἰσθμῷ. Χερρόνησον γάρ φασιν οἰκεῖν τοὺς Ὑλλεῖς, περὶ ὧν καὶ ταῦτα ἱστορεῖται· Ὑλλεῖς ἔθνος Ἰλλυρικὸν, ἀπὸ Ὕλλου τοῦ Ἡρακλέος, ὥς φησιν Ἀπολλώνιος. Ἔστι δὲ καὶ πόλις Ὕλλη. Ἀπολλόδωρος δὲ Ὕλλους τούτους γράφει λέγων, «μετὰ τοὺς Ὕλλους Λιβυρνοὶ καί τινες Ἴστροι λεγόμενοι Θρᾷκες. Τούτων δὲ πρόκειται χερρόνησος Ὑλλὶς, ἡλίκη μάλιστα Πελοπόννησος, πεντεκαίδεκα πόλεις οἰκουμένας ἔχουσα παμμεγέθεις.» Καὶ ταῦτα μὲν οὕτως. Τὸ δὲ Ὑλλήων τὸ παρὰ τῷ Διονυσίῳ πολλὰ τῶν ἀντιγράφων διὰ διφθόγγου γράφουσι, πλεονασμῷ τοῦ ἰῶτα. Ἰστέον γὰρ ὅτι τὰ εἰς ευς πενταχῶς εἶχον τὴν κλίσιν παρὰ τοῖς παλαιοῖς, διὰ τοῦ εος κοινῶς, διὰ τοῦ εως Ἀττικῶς, διὰ τοῦ ηος κατὰ τὴν νέαν Ἰάδα, κατὰ δὲ τὴν παλαιὰν καὶ διὰ τοῦ εϊος κατὰ παράλυσιν τῆς ει διφθόγγου, καὶ διὰ τοῦ ιος ἐκτεταμένου τοῦ ἰῶτα, ὡς καὶ Σωφρόνιος λέγει. Ἐκεῖ δέ φησι καὶ οἱ Βουλιμεῖς, οὕς τινες διὰ τοῦ ν γράφουσι Βουλινεῖς ἢ Βουλίνους. Τὰς δὲ Λιβυρνίδας νήσους ἱστόρηται περὶ μʹ εἶναι τὸν ἀριθμόν· παρονομάζονται δὲ ἀπὸ Λιβυρνῶν· ἔθνος δὲ οἱ Λιβυρνοὶ ἐν τοῖς ἐνδοτέροις τοῦ Ἀδρίου, ἀπό τινος Λιβυρνοῦ ἀνδρὸς εὑρόντος τὰ Λιβυρνικὰ λεγόμενα σκάφη. Ἰστέον δὲ ὅτι ἐν Λατινικῷ λεξικῷ εὕρηται ὅτι Λιβυρνίδες νῆες αἱ μακραί.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
