# Commentarium in Dionysii periegetae orbis descriptionem 409

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 409. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/409

Ὅτι πρὸς ζέφυρον τῆς Πελοποννήσου ἡ Τριφυλὶς γῆ, μερὶς τῆς Ἤλιδος, ἔνθα ἐρατεινότατος ποταμῶν Ἀλφειὸς ὁδεύει, σχιζόμενος ἐκ τοῦ Μεσσηνίου Εὐρώτα. Ἄμφω δὲ ἐκ μιᾶς πηγῆς ἀναβλύζοντες σχίζονται, τῆς καλουμένης Ἀσέας. Διὸ καὶ γράφουσι τὰ τῶν ἀντιγράφων ὀρθότερα· «οἵτ' ἄμφω Ἀσέηθεν ἀναβλύζουσι ῥέεθρα», καὶ ὁ μὲν Ἠλείων, ὁ Ἀλφειὸς, ὁ δὲ Ἀμυκλαίων χθόνα τέμνει, ὁ Εὐρώτας. Καὶ ὁ Γεωγράφος δέ φησιν ὅτι Ἀσέα κώμη τῆς Μεγάλης πόλεως, ἔχουσα δύο πηγὰς, ἐξ ὧν ῥέουσιν Εὐρώτας καὶ Ἀλφειὸς, οἳ δύντες ὑπὸ γῆν ἀνατέλλουσι μετὰ συχνὰ στάδια, καὶ τὸ ῥεῖθρον ἀναδείξαντες ὁ μὲν γίνεται Λακωνικὸς, ὁ δὲ εἰς τὴν Πισᾶτιν κατάγεται γῆν, ἤτοι εἰς τὴν ὑμνουμένην Πίσαν, ἥτις δι' ἑνὸς γράφεται σίγμα, καὶ ἀπὸ κρήνης ἔχει Πίσης τὸ ὄνομα. Αὕτη δὲ ἡ κρήνη οὕτω λέγεται, οἱονεὶ πίστρα τις οὖσα, ὃ ἔστι ποτίστρα, παρὰ τὸν πίσω μέλλοντα, οὗ ἡ χρῆσις παρὰ Πινδάρῳ. Μεταξὺ δὲ ἡ τοιαύτη Πίσα Ὄσσης καὶ Ὀλύμπου ὀρέων Πελοποννησιακῶν ὁμωνύμων τοῖς παρ' Ὁμήρῳ Μακεδονικοῖς ἢ Θετταλικοῖς. Ὕδωρ δέ φασι περί που τὸν Ἀλφειὸν εἶναι, ὅπερ ἀλφοὺς ἰᾶται, ὅθεν τάχα καὶ ὁ ποταμὸς ἐκλήθη, πλεονασμῷ τῆς ει διφθόγγου, ὡς ἐπὶ τοῦ ἀδελφειός καὶ τῶν ὁμοίων. Ἀγαθὸν δέ ἐστι τὸ τοιοῦτον ὕδωρ καὶ εἰς λεύκας καὶ λειχῆνας, Μελάμποδος χρησαμένου, φασὶ, τούτοις τοῖς ὕδασιν εἰς καθαρμὸν τῶν τοῦ Προίτου θυγατέρων, ὅτε ἐμάνησαν. Ἐρατεινὸν δὲ ὁ Διονύσιος τὸν Ἀλφειὸν καλεῖ, διὰ τὸν μυθευόμενον τῆς Σικελικῆς Ἀρεθούσης ἔρωτα, ἧς φασὶν ἐρῶν ἕως εἰς ἐκείνην ἐκ Πελοποννήσου ἀναδίδωσι γλυκὺς ἐραστὴς ἀμιγὲς ἅλμῃ θαλάσσης φυλάσσων τὸ ῥεῖθρον. Ὁ δὲ Γεωγράφος καὶ τὸν ᾅδην ἱκανῶς αὐτόθι ἐκτετιμῆσθαί φησιν. Ἱστορεῖται δὲ κατὰ ζῆλον τινα καὶ παρὰ Νικαεῦσι ποταμόν τινα Ἀλφειὸν ὠνομάσθαι, καὶ ὄρη τινα Ὀλύμπια, καὶ ἀγῶνα δὲ Ὀλυμπιακὸν ἄγεσθαι, κατὰ μίμησιν τῶν ἐν Ἤλιδι. Τριφυλία δὲ καὶ Τριφυλὶς γῆ λέγεται ἡ κατὰ Ἦλιν διὰ τὸ ὑπὸ τριῶν τινων οἰκεῖσθαι φύλων, ἐν οἷς καὶ Πύλιοι ἰθαγενεῖς, καὶ ἐπήλυδες Μινυοί· ἢ ἀπὸ Τριφύλου τινὸς ἀνδρός. Μεσσήνη δὲ αὕτη χώρα ἐστι Λακωνικὴ, ἧς ἄποικος ἡ Σικελικὴ Μεσσήνη, Ζάγκλη μέν ποτε λεγομένη ἐκείνη, μεταβαλοῦσα δὲ τὸ ὄνομα εἰς Μεσσήνην, ὡς Ἡρόδοτος ἱστορεῖ. Γράφεται δὲ παρὰ τοῖς παλαιοῖς διὰ δύο σσ, καὶ διὰ ταύτην λέγεται ὁ Εὐρώτας Μεσσήνιος. Ἡ δὲ Ἦλις, ἀφ' ἧς οἱ Ἠλεῖοι, διφορεῖται κατὰ τὸ πνεῦμα· καὶ δασύνεται γὰρ ἀπὸ τοῦ ἁλίζω, τὸ συναθροίζω, διὰ τὸ πολλοὺς ἐκεῖ ἐν τῷ ἀγῶνι τῶν Ὀλυμπίων ἀθροίζεσθαι· καὶ ψιλοῦται μάλιστα διὰ τὸν κανόνα τὸν λέγοντα τὸ η πρὸ τοῦ λ ψιλοῦσθαι. Φασὶ δὲ περὶ τὴν τοιαύτην Ἦλιν μὴ ἡμιόνους γίνεσθαι, δι' οὐδὲν φανερὸν αἴτιον, ἀλλ' ἔκ τινος κατάρας, ὥς φησιν Ἡρόδοτος.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
