# Commentarium in Dionysii periegetae orbis descriptionem 414

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 414. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/414

Ὅτι Ἀρκάδες περὶ μέσην τὴν Πελοπόννησον κοίλην χθόνα ναίουσιν ὑπὸ τὸ ὄρος τὸ Ἐρύμανθον, ἐν ᾧ κάπροι πολλοὶ, ὅθεν καὶ ὁ Ἐρυμάνθιος κάπρος, ὃν ἔκτανεν Ἡρακλῆς· ἔνθα Μέλας καὶ Κρᾶθις καὶ Λάδων ῥέουσιν. Ἔστι δὲ καὶ Σικελικὸς ποταμὸς Κρᾶθις, καὶ περὶ Σύβαριν δὲ, ὡς προγέγραπται, ἤτοι περὶ τὸ Θούριον, ὃς ξανθίζει τοὺς λουομένους. Ἰστέον δὲ ὅτι καὶ Μέλας ποταμὸς οὐ μόνος οὗτός ἐστιν, ἀλλὰ καὶ Θρᾳκικὸς, ἐξ οὗ Μέλας κόλπος ὀνομάζεται ὁ περὶ τὴν Αἶνον, καὶ Ἀσιανὸς δὲ ποταμὸς Μέλας ἐστὶ, καὶ περὶ τὴν Τραχῖνα δὲ, ὡς Ἡρόδοτος ἱστορεῖ. Τοὺς δὲ Ἀρκάδας Διονύσιος μὲν Ἀπιδανῆας καλεῖ, οἱ νεώτεροι δὲ Ἀπιδόνας κατὰ τὸν Γεωγράφον, ἀπό τινος Ἄπιδος, οὗ ἡ γενικὴ καὶ Ἄπεως, ὡς ὄφις ὄφεως, Ἄμαστρις Ἀμάστρεως, Ζάμολξις Ζαμόλξεως. Οἱ δέ φασιν ὅτι Ἄπις ὁ Φορωνέως ἐκ τῆς Ἠπείρου ἐλθὼν ἀπήλλαξε τὴν Πελοπόννησον ὄφεων ὀχλούντων, καὶ ᾤκησε περὶ Ἀρκαδίαν, ἀφ' οὗ καὶ ἡ Πελοπόννησος ὅλη Ἀπία ἐκλήθη ποτέ· καὶ δι' αὐτὸν Ἀπιδανῆες ἐξαιρέτως οἱ Ἀρκάδες, παρ' οἷς ὁ Ἄπις ᾤκησεν, οὗ καὶ Αἰσχύλος μέμνηται εἰπών· «Ἄπις γὰρ ἐλθὼν ἐκ πέρας Ναυπακτίας.» Καὶ Ῥιανὸς δέ φησι· «κλυτὸς Ἆπις ὅς ῥ' Ἀπίην ἐφάτιζε καὶ ἀνέρας Ἀπιδανῆας.» Οἱ δέ φασιν Ἀπίαν καὶ Ἀπιδανεῖς κληθῆναι κατὰ στέρησιν τοῦ πιεῖν καὶ τῶν πιδάκων, ἐπεὶ μὴ εἶχεν ἡ χώρα πίδακας τὴν ἀρχὴν, ἀλλ' ὡς λέγει Καλλίμαχος, «ἔμελλεν εὔϋδρος καλέεσθαι,» ὡς δύνασθαι διὰ τοῦτο καὶ αὐτὴν πολυδίψιον λέγεσθαι. Ὅθεν καὶ Ἀζυνὶς ἐκαλεῖτο διὰ τὴν ἄζην, ὃ ἔστι διὰ τὴν ξηρασίαν, καὶ ἔθνος οἱ Ἀζῆνες αὐτόθι μέχρι καὶ νῦν οὕτω λεγόμενοι. Ἰστέον δὲ ὅτι ἀπὸ Ἀρκάδος ὠνόμασται ἡ Ἀρκαδία, υἱοῦ Διὸς καὶ Θεμιστοῦς, καὶ ὅτι καὶ Πελασγία ποτὲ ἐκλήθη καὶ Παρρασία καὶ Λυκαονία καὶ Γιγαντὶς καὶ Ἀζανία. Ὅτι δὲ καὶ προσέληνοι λέγονται οἱ Ἀρκάδες διὰ τὴν πάνυ τοῦ ἔθνους ἀρχαιότητα, ὁ Λυκόφρων ἱστορεῖ.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
