# Commentarium in Dionysii periegetae orbis descriptionem 420

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 420. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/420

Ὅτι τὰς πλευρὰς τοῦ ῥηθέντος ἰσθμοῦ τοῦ Πελοποννησιακοῦ περιβρομέουσαι κλύζουσι πρὸς ζόφον μὲν ἡ τῆς Ἑφύρης θάλασσα, ὃ ἔστιν ὁ Κορινθιακὸς κόλπος, πρὸς αὐγὰς δὲ ἡ Σαρωνὶς θάλασσα. Ὅτι δὲ Ἐφύρα ἡ Κόρινθος λέγεται, καὶ ὅτι καὶ ἄλλαι εἰσὶ πόλεις ταύτης ὁμώνυμοι, ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν γέγραπται. Σαρωνικὸς δὲ κόλπος ἢ ἀπὸ Σάρωνος ποταμοῦ Τροιζῆνος ἐμβάλλοντος εἰς αὐτὸν, ἢ ἐπειδὴ Σάρων τις κυνηγὸς ἐπιδιώκων σῦν ἐκεῖθεν κατενεχθεὶς εἰς τὴν ὑποκειμένην κατέπεσε θάλασσαν καὶ ἀπεπνίγη. Οὕτω καὶ Ἴκαρος τῷ Ἰκαρίῳ ἐναποπνεύσας πελάγει ἐξ ἑαυτοῦ ὀνομάζεσθαι δέδωκε, καὶ Αἴσαρος δὲ, ὡς προϊστόρηται, ἔλαφον ἐπιδιώκων, καὶ συνεισελθὼν αὐτῇ εἰς ποταμὸν περὶ Κρότωνα καὶ ἀποπνιγεὶς, τῷ ποταμῷ ἐναφῆκε τὸ ὄνομα, Αἰσάρῳ κληθέντι ἀπ' ἐκείνου. Οἱ δὲ ἄλλως τὴν τοῦ Σαρωνικοῦ πελάγους κλῆσιν αἰτιολογοῦντές φασιν, ὅτι Μίνως λαβὼν τὰ Μέγαρα διὰ Σκύλλης τῆς Νίσου θυγατρὸς ἐρασθείσης αὐτοῦ καὶ ἀποτεμούσης τὴν τοῦ πατρὸς κεφαλὴν, ἐνενοήσατο ὅτι ἡ τὸν πατέρα προδοῦσα οὐδενὸς ἂν ῥᾳδίως φείδοιτο, καὶ διὰ τοῦτο προσδήσας πηδαλίῳ νηὸς τὴν προδότιν καὶ πατροφόντιν ἀφῆκε σύρεσθαι διὰ θαλάσσης· καὶ αὐτὴ μὲν εἰς ὄρνεον μετεβλήθη, ὥς φησι Παρθένιος ὁ τὰς Μεταμορφώσεις γράψαι λεγόμενος, ὁ δὲ κόλπος παραγραμματισθεὶς ἔσχε τὴν κλῆσιν ἀπὸ τοῦ σύρεσθαι. Ἀπὸ δὲ τῆς τοιαύτης Σκύλλης καὶ Σκύλλαιον ἔτι νῦν καλεῖται τόπος ἐν Ἑρμιόνῃ τῇ κατὰ Πελοπόννησον, ἔνθα ἡ γυνὴ ἐξεκυμάνθη μετὰ τὸ καταποντισθῆναι.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
