# Commentarium in Dionysii periegetae orbis descriptionem 423

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 423. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/423

Ὅτι πρὸς αὐγὰς τοῦ Πελοποννησιακοῦ ἰσθμοῦ τὸ Ἀττικόν ἐστιν οὖδας, ἔνθα ποταμὸς φέρεται Ἰλισσὸς, οὐ πολλοῦ ἄξιος λόγου, διὰ δὲ τὰς κλεινὰς Ἀθήνας περιλαλούμενος καὶ θεσπέσιος καλούμενος. Ὅθεν, φησὶν, ἥρπασέ ποτε Βορέας Ὠρείθυιαν τὴν τοῦ Ἐρεχθέως. Βορέας δὲ οὗτος βασιλεὺς ἦν Θρᾴκης, ἅρπαξ Ἀττικοῦ τούτου γυναίου βασιλικοῦ, εἰ καὶ ὁ μῦθος διὰ τὴν ὁμωνυμίαν ἀπαναστήσας τῆς γῆς τὸν ἄνθρωπον ἐξηνέμωσε· καθὰ καὶ Ἀϊδωνεὺς βασιλεὺς μὲν ἦν, ὡς οἱ ἀκριβέστεροί φασιν. Ἠπείρου τῆς ἐν Μολοττοῖς, πρὸς ὃν καὶ Πειρίθους ἦλθε, καὶ Θησεὺς διὰ Περσεφόνην, ἀλλὰ δὴ καὶ ὁ Ἡρακλῆς, διὰ τὸν Κέρβερον κύνα πολλοῦ ἄξιον· ὅμως δὲ καὶ ἐκεῖνος ὁ Ἀϊδωνεὺς δι' ὁμοιότητα κλήσεως εἰς τὸν ᾍδην μεταλαμβάνεται, καὶ εἰς τὸν ὑπὸ γῆν τοῖς μυθογράφοις μετατίθεται Πλούτωνα. Ἑρμείας δὲ ὁ Πλατωνικὸς βασιλικὴν παῖδα τὴν Ὠρείθυιαν κατὰ κρημνοῦ ὑπονοεῖ ὠσθῆναι ἀνέμῳ βορρᾷ, καὶ τούτῳ τῷ τρόπῳ λεχθῆναι ἁρπασθῆναι αὐτὴν ὑπὸ τοῦ βορρᾶ. Ἀκτικὴ δὲ ἡ κατὰ Ἀθήνας χώρα λέγεται καὶ Ἀτθίς· τοῦτο μὲν ἀπὸ Ἀτθίδος τῆς θυγατρὸς Κραναοῦ, ἀφ' οὗ καὶ Κραναὴ λέγεται, ἐκεῖνο δὲ ἀπὸ Ἀκταίωνος ἢ ἀπὸ Ἀκταίου αὐτόχθονος, ἀφ' οὗ καὶ παρὰ Λυκόφρονι Ἀκταῖοι οἱ Ἀττικοὶ, ἢ παρὰ τὴν ἀκτήν. Τριγώνου γὰρ, φασὶν, οὔσης αὐτῆς, πολὺ μέρος καθικνεῖται εἰς θάλασσαν. Διὸ καὶ μία τῶν ἐπὶ Κέκροπος τεσσάρων φυλῶν Παραλία ἐκλήθη, καὶ ἄλλη Ἀκταία. Ἐκλήθη δὲ πάλαι ποτὲ ἡ Ἀκτικὴ καὶ Ἀκτὴ, ναὶ μὴν καὶ Ποσειδωνία καὶ Ἀθῆναι ἀπὸ ὁμωνύμων προσώπων, καὶ Ἰωνία δὲ ἀπὸ Ἴωνος τοῦ Ξούθου, καὶ Μοψοπία, ἀπὸ Μόψου ἄλλου παρὰ τὸν μάντιν τὸν τοῦ Τειρεσίου. Κραναὴ μέντοι ἡ Ἀττικὴ οὐ μόνον ἀπὸ τοῦ Κραναοῦ, ὡς ἐρρέθη, ἀλλὰ καὶ διότι τραχεῖα, καὶ τὸ πλεῖον αὐτῆς ὄρεσιν ὑποπέπτωκε. Τὴν δὲ ἀνωτέρω γραφεῖσαν Ἀτθίδα πρεσβυτάτῳ τῷ Κραναῷ γενέσθαι φασὶν, ἣν παρθένον οὖσαν καὶ ὡραίαν γάμου θανοῦσαν θάψας λαμπρῶς ὁ πατὴρ ἀπ' αὐτῆς τὴν χώραν ὠνόμασε. Τὴν δὲ τῶν Ἀθηναίων ἀκρόπολιν Κεκροπίαν ποτὲ κληθῆναί φασι, πόλιν οὖσαν μίαν τῶν ἐπὶ Κέκροπος ἐκτισμένων. Ὅτι δὲ καὶ Ἴωνες ἦν ὅτε οἱ Ἀττικοὶ ἐκαλοῦντο, ἱστορεῖ καὶ ὁ Γεωγράφος λέγων ὅτι καὶ ὁ Ποιητὴς ἐν τῷ «Βοιωτοὶ καὶ Ἴωνες» Ἴωνας τοὺς Ἀθηναίους φησί· καὶ ὅτι οἱ ἐν Ἀσίᾳ Ἴωνες τούτων εἰσὶ καὶ ἄποικοι καὶ ὁμώνυμοι· καὶ ὅτιπερ ἡ Ἰὰς, ἤτοι ἡ Ἰωνικὴ διάλεκτος, ἡ αὐτή ἐστι τῇ παλαιᾷ Ἀτθίδι. Ὅτι δὲ ἄποικοι Ἀθηναίων οἱ ἐν τῇ Ἀσίᾳ Ἴωνες, δηλοῖ καὶ ὁ παρὰ τῷ Ἡροδότῳ Θεμιστοκλῆς, πατέρας τῶν Ἰώνων λέγων τοὺς Ἀθηναίους. Ἱστορεῖ δὲ ὁ αὐτὸς καὶ ὅτι Ἀθηναῖοι Κραναοὶ καλούμενοι ὅμως ἐπὶ Πελασγῶν ἐχόντων τὴν Ἑλλάδα Πελασγοὶ ὀνομάζοντο, ἐπὶ δὲ Κέκροπος ἐκλήθησαν Κεκροπίδαι, τὴν δὲ ἀρχὴν Ἐρεχθέως ἐκδεξαμένου Ἀθηναῖοι μετωνομάσθησαν, Ἴωνος δὲ τοῦ Ξούθου στρατάρχου γενομένου, ἐκλήθησαν ἀπ' αὐτοῦ Ἴωνες.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
