# Commentarium in Dionysii periegetae orbis descriptionem 437

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 437. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/437

Ὅτι ἀνατολικωτέρα τοῦ Ἀχελῴου ἡ ἀπὸ Φώκου καλουμένη χώρα Φωκὶς, ἑλκομένη πρὸς βορρᾶν κατὰ τὸ στόμα τῶν Θερμοπυλῶν, Παρνασοῦ νιφόεντος ὑπὸ πτυχὶ, ἤγουν ὑποκειμένη τῷ Παρνασῷ. Ταύτης οἱ οἰκήτορες Φωκεῖς λέγονται δισυλλάβως· Φωκαεῖς μέντοι τρισυλλάβως οἱ τῆς Φώκης, Ἰωνικῆς πόλεως, ἥτις καὶ Φώκαια λέγεται, ὡς Νίκη, Νίκαια. Τούτων τῶν Θερμοπυλῶν πλησίον ὁ Σπερχειὸς ποταμὸς ἐκδίδωσιν. Ὁ δὲ Διονύσιος λέγει καὶ ὅτι διὰ μέσης τῆς Φωκίδος ταύτης Κηφισσοῦ μέγα χεῦμα κατερχόμενον κελαρύζει, ὡς τοῦ Κηφισσοῦ Φωκικοῦ ὄντος ποταμοῦ. Σκόπησον δὲ εἰ τὸ κελαρύζειν κυρίως κεῖται ἐπὶ μεγάλου ποταμοῦ χεύματος. Ἑπτὰ δὲ ὁ Γεωγράφος καταριθμεῖται Κηφισσούς. Θερμοπύλαι δὲ λέγονται συνθέτως ἀπό τε θερμῶν ὑδάτων ἐκεῖ ἀναβαλλομένων καὶ διὰ τὸ εἰς στενότητα πυλῶν ὥσπερ συγκεκλεῖσθαι τὸν τόπον. Ὁποῖόν τι καὶ περὶ τῶν Κασπίων πυλῶν λέγεται, ἃς καὶ κλεῖδας τῆς Ἀσιάτιδος γῆς καλέσει ὁ Διονύσιος, ὡς ταὐτὸν ὂν ἐπὶ τοιαύτης στενοχωρίας κλεῖδας ἢ πύλας εἰπεῖν. Φησὶν δὲ καὶ Ἡρόδοτος ὅτι ἐν τῇ εἰσόδῳ τῶν Θερμοπυλῶν θερμὰ λουτρὰ, ἃ καὶ Χύτρους καλοῦσιν οἱ ἐπιχώριοι· καὶ τεῖχος κατὰ τὰς εἰσβολὰς, ὃ Φωκέες ποτὲ ἔδειμαν· τὸ δὲ παλαιὸν καὶ πύλαι ἐπῆσαν. Λέγει δὲ καὶ ὅτι ὑπὸ μὲν τῶν πλεόνων Ἑλλήνων Θερμοπύλαι ὁ τόπος ἐλέγετο, ὑπὸ δὲ τῶν ἐπιχωρίων Πύλαι.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
