# Commentarium in Dionysii periegetae orbis descriptionem 45

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 45. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/45

Ὅτι τὸν ὠκεανὸν εἰς τέσσαρα διελὼν, ὡς προείρηται, ἱστορεῖ καὶ τέσσαρας αὐτοῦ κόλπους μεγίστους εἰς τὴν γῆν ἔσω ἐρεύγεσθαι, ἕνα μὲν τὸν ἑσπερίαν θάλασσαν τίκτοντα, τὴν ἀπὸ Γαδείρων διήκουσαν ἕως καὶ εἰς Παμφυλίαν, ὅπου καὶ ἡ Κύπρος· ἕτερον δὲ τὴν ἐκ τοῦ βορρᾶ Κασπίαν θάλασσαν, τὴν καὶ Ὑρκανίαν· τρίτον δὲ ἀπὸ νοτίας θαλάσσης, ἤτοι νοτίου ὠκεανοῦ, τὸν Περσικὸν κόλπον ἀντικρὺ κείμενον τῆς Κασπίας· καὶ τέταρτον τὸν Ἀραβικὸν, ἀντικείμενον τῷ Εὐξείνῳ ἐκ νότου καὶ αὐτὸν, καλούμενον Ἀραβικὸν, διὰ τοὺς αὐτόθι Ἄραβας, ὡς καὶ ἡ Περσὶς θάλασσα τοῖς Πέρσαις παρονομάζεται, καὶ τοῖς Ὑρκανίοις καὶ Κασπίοις ἡ αὐτῶν παρώνυμος θάλασσα. Τὸν δὲ Ὑρκάνιον κόλπον τὸν καὶ Κάσπιον ὀλίγον μὲν λέγει, ὡς πρὸς τὴν ἑσπερίαν θάλασσαν τὴν συρομένην ἀπὸ Γαδείρων ἕως καὶ εἰς Παμφυλίαν, τῶν ἄλλων δὲ προφερέστερον ἱστορεῖ, τοῦ Περσικοῦ τε δηλαδὴ καὶ τοῦ Ἐρυθραίου. Λέγει δὲ καὶ ὅτι μικροὺς μὲν κόλπους ὁ ὠκεανὸς πλέονας, ὡς δὲ προϊὼν ἐρεῖ, καὶ ἀπειρεσίους ἔνθα καὶ ἔνθ' ἀπερεύγεται εἰς ἅλα ἔνδοθι βάλλων, ἤγουν θαλάσσας ἔσω τῆς οἰκουμένης ἀποτελῶν· μεγίστους δὲ τέσσαρας, οὓς καὶ πρὸς ὄνομα ἐξέθετο, καθάπερ εἴρηται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
