# Commentarium in Dionysii periegetae orbis descriptionem 451

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 451. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/451

Ὅτι νῆσος ἑσπεριωτάτη τὰ ἐσχατόεντα Γάδειρα, κατὰ μέσον τῶν πρὸς τῇ Ἰβηρίᾳ πυλῶν· διὸ καὶ Ἰβηρικά φησιν ὁ Ἀρριανὸς αὐτά. Ἔστι δὲ ἡ νῆσος αὕτη κατὰ τὸν Γεωγράφον οὐ πολὺ μείζων ἑκατὸν σταδίων κατὰ τὸ μῆκος, πλάτος δ' ἔσθ' ὅπου καὶ σταδιαῖον. Τὸ δὲ ἐθνικὸν αὐτῆς τετραχῶς λέγεται, Γαδειρίτης καὶ Γαδειρεὺς καὶ Γαδειραῖος καὶ Γαδειρανὸς, ὡς Βοσπορανός. Ἔστι δὲ οὐ μόνον οὐδετέρου γένους τὰ Γάδειρα, ἀλλὰ καὶ θηλυκῶς ἡ Γάδειρα. Κεῖται δὲ ἐπὶ τέρμασιν ὠκεανοῦ τοῖς πρὸς τῇ ἑσπερίᾳ δηλονότι θαλάσσῃ, Κοτινοῦσα ἐπὶ προτέρων ἀνθρώπων κληιζομένη, ἤγουν κοτινόεσσα, ὡς πολλοὺς ἔχουσα κοτίνους, οἳ ἀγριελαίας εἶδός εἰσι, μετονομασθεῖσα δὲ Γάδειρα. Ἐνταῦθα Διὸς γόνον Ἡρακλέα τιμᾶσθαί φησιν, ἢ ὁ Θηβαῖος δὴ οὗτος ἦν Ἡρακλῆς, ἢ ὁ Φοῖνιξ κατά τινας, ἤτοι ὁ Τύριος. Ἔσχε δὲ Φοινίκων ἀνδρῶν ἀποικίαν ἡ νῆσος. Ἐμπορικοὶ γὰρ ὄντες οἱ Φοίνικες, καὶ πρηκτῆρες καὶ τρῶκται κατὰ τὸν Ποιητὴν, καὶ πανταχοῦ πλωϊζόμενοι, ᾤκησαν καὶ αὐτόθι, καὶ Γάδειρα μετωνόμασαν αὐτὴν διὰ τὸ τοῦ τόπου στενὸν, οἱονεὶ γῆς δειράν, ὡς προγέγραπται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
