# Commentarium in Dionysii periegetae orbis descriptionem 453

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 453. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/453

Ὅτι δὲ καὶ αὐτόθι Φοίνικες ἀπῴκησαν, δηλοῖ καὶ ὁ Γεωγράφος λέγων· «ἀποικία γέγονε Φοίνιξιν ἕως Ἰβηρίας, τῆς τε ἄλλης καὶ [τῆς] ἔξω στηλῶν.» Ἀρριανὸς δὲ καὶ τὴν Ταρτησὸν Φοινίκων κτίσμα φησίν. Αἰλιανὸς δὲ ἐν τοῖς Περὶ προνοίας φησὶν, ὅτι ἐν Γαδείροις βωμὸς Ἐνιαυτῷ ἵδρυται καὶ Μηνὶ ἄλλος εἰς τιμὴν χρόνου μακροτέρου τε καὶ βραχυτέρου. Ἔστι δὲ καὶ Γήρως, φησὶν, ἱερὸν τοῖς ἐκεῖ, τιμῶσι τὴν ἡλικίαν τὴν μαθοῦσαν πολλά· καὶ Θανάτου ἄλλο, εἰς γέρας τῇ κοινῇ ἀναπαύλῃ, ἤγουν τῷ τελευταίῳ ὅρμῳ· καὶ βωμὸς δὲ, φησὶ, παρὰ τοῖς ἐκεῖ Πενίας καὶ Τέχνης, τῆς μὲν ἐξιλεουμένοις, τῆς δὲ παραλαμβάνουσιν εἰς ἄκος ἐκείνης. Ἀνδρεῖοι δὲ περὶ ναυτιλίας οἱ Γαδειρῖται· διὸ καὶ ἐσχάτη οὖσα ἡ νῆσος ὅμως ὀνομαστοτάτη ἐγένετο. Ὅτι δὲ πολλοὶ τόποι ἀπὸ φυτῶν ἔσχον τὰς κλήσεις, ὡς καὶ ἡ ῥηθεῖσα αὕτη Κοτινοῦσα, δῆλον· οὕτω γὰρ καὶ ἡ Ἐρεικοῦσα λέγεται διὰ τὰς ἐν αὐτῇ ἐρείκας, καὶ ἡ Μίλητος Πιτυοῦσά ποτε διὰ τὰς πίτυς ἐκλήθη· καὶ ἐν Ἀθήναις δὲ πολλοὶ τόποι ἐντεῦθεν ἐκλήθησαν, ὡς ἡ Ῥαμνοῦς ἀπὸ τῶν ἐκεῖ ῥάμνων, καὶ ἀπὸ τῶν μυρρινῶν οἱ Μυρρινούσιοι· καὶ ἡ Ποντικὴ δὲ Κερασοῦς ἀπὸ τῶν φυτῶν τῶν κεράσων κέκληται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
