# Commentarium in Dionysii periegetae orbis descriptionem 458

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 458. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/458

Ὅτι ἐν τῷ Λιγυστικῷ πελάγει μέγισται νῆσοι μετὰ Σικελίαν ἡ Σαρδὼ καὶ ἡ Κύρνος· διὸ καὶ ὁ Διονύσιος εὐρυτάτην καλεῖ τὴν Σαρδώ. Ἱστοροῦνται δὲ πολυχρονιώτατοι εἶναι οἱ Κύρνιοι. Τὴν δὲ Κύρνον καὶ Κορσίδα, φησὶ, καλοῦσιν, ἢ κατά τινα τῶν ἀντιγράφων Κορσίκαν. Καὶ ὡς μὲν ἄλλοι φασὶ, Κορσὶς καλεῖται ἀπὸ Κόρσης γυναικός. Λέγεται γὰρ ὅτι νῆσος ἐν τῷ Τυρσηνικῷ πελάγει Κορσὶς ἀπὸ Κόρσης δούλης βουκόλου. Ὡς δὲ ὁ Διονύσιος βούλεται, Κορσὶς λέγεται, διὰ τὰς ἐν αὐτῇ κόρσας, ὅ ἐστι κορυφὰς τῶν ὀρέων. Ἔστι γὰρ τῇ ὕλῃ, φησὶν, ἀμφιλαφὴς, ὅ ἐστι δασεῖα, οὔτις τόσον ὅσον ἐκείνη. Ἀμφιλαφὲς δὲ κυρίως ἐστὶ τὸ δασὺ, οὗ ἔστιν ἀμφοτέρωθεν λαβέσθαι, τραπέντος τοῦ β εἰς φ, Μακεδόνων ἔθει, οἳ καὶ τὸν Φίλιππον Βίλιππόν φασι. Τοιοῦτον δέ τι καὶ τὸ σοφός ἐκ τοῦ σέβω, καὶ τὸ στρεβλός ἀπὸ τοῦ στρέφω. Ἰστέον δὲ ὅτι οὐ μόνον ἐπὶ δασύτητος λέγεται τὸ ἀμφιλαφές, ἀλλὰ καὶ ἁπλῶς ἐπὶ πλήθους ἢ πυκνότητος, ὡς δηλοῖ ὁ εἰπὼν βροντὰς ἀμφιλαφεῖς καὶ ἐλέφαντας περί τινα τόπον ἀμφιλαφεῖς. Καὶ τοῦτο μὲν τοιοῦτον. Ἡ δὲ Σαρδὼ, καθὼς καὶ ἐν ἄλλοις προεγράφη, ἐκφέρεται καὶ διὰ τοῦ Σαρδών. Φησὶ γοῦν ὁ Γεωγράφος· «διέχει Σαρδόνος ἡ Κύρνος, ἡ καὶ Κορσίκα ὑπὸ Ῥωμαίων λεγομένη, σταδίους ξʹ. Τραχεῖα δέ ἐστι, φησὶ, καὶ οἰκεῖται φαύλως. Καὶ οἱ κατέχοντες αὐτὴν θηρίων εἰσὶν ἀγριώτεροι, καὶ οὕτω βοσκηματώδεις, ὥστε καὶ ἀνδραποδισθέντες ἢ οὐκ ἀνέχονται ζῆν ἢ ζῶντες ἀπαθείᾳ καὶ ἀναισθησίᾳ τοὺς ἔχοντας ἐπιτρίβουσι, καὶ οἱ αὐτοὺς κτώμενοι δεσπόται εἰ καὶ τὸ τυχὸν τίμημα καταβάλλουσιν ὑπὲρ αὐτῶν, ὅμως μεταμέλει αὐτοῖς ὕστερον.» Ἐκλήθη δὲ Σαρδὼν ἀπὸ Σαρδόνος υἱοῦ Ἡρακλέος· ὠνομάσθη δέ ποτε καὶ Ἰχνοῦσα, ἐπεὶ ἴχνει ἀνθρώπου ἐστὶν ὁμοία τὸ σχῆμα. Ὠκίσθη δέ ποτε καὶ ὑπὸ Ἰβήρων, εἶτα ὑπὸ Ἡρακλειδῶν, μετοικίσαντος Ἡρακλέος ἐκεῖ τούς τε Θεσπιάδας καί τινας τῶν Καδμείων καὶ τῶν Λοκρῶν. Εἶτα ᾠκίσθη καὶ ὑπὸ Καρχηδονίων. Ἀπὸ δὲ ταύτης τῆς Σαρδόνος καὶ ὁ παροιμιώδης λέγεται κατά τινας Σαρδόνιος ἢ Σαρδάνιος γέλως, περὶ οὗ ἐν τῇ Ὀδυσσείᾳ γέγραπται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
