# Commentarium in Dionysii periegetae orbis descriptionem 461

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 461. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/461

Ὅτι τὸν Αἴολον, περὶ οὗ ζητητέον καὶ εἰς τὴν Ὀδύσσειαν, φιλόξενον βασιλέα λέγει, καὶ Ἱπποτάδην ἀκολούθως Ὁμήρῳ, καὶ χρησάμενος καὶ εἰς αὐτὸν ἐπαναλήψει, διὰ τὸν περὶ αὐτοῦ θρύλον, λέγει θαυμαστὰ δῶρα λαχεῖν αὐτόν· τὰ δ' ἔστιν ἀνέμων κοιρανία, ἤγουν κυριότης, κλονεόντων τε ἱσταμένων τε. Καὶ ὅτι αἱ τοῦ Αἰόλου περίδρομοι ἐν ἁλὶ νῆσοι ἑπτά εἰσιν, ἐπώνυμοι, φησὶν, ἀνδράσι Πλωταὶ, τουτέστι φερωνύμως καλούμεναι Πλωταί· οὐχ ὅτι μετακινοῦνται, ὡς ἡ Δῆλός ποτε μυθεύεται, ἀλλὰ διότι ὡς περίδρομοι μέσον, φησὶν, ἔχουσι περίπλοον ἀμφιέλικτον, τουτέστι περιπλέονται, καί εἰσι γνώριμοι καὶ οὐκ ἀνώνυμοι, οὐδὲ ἄπλοοι διὰ μοχθηρίαν τινά. Τοῦτο δὲ ἀρετὴ νήσων ἐστίν. Εἶπε δὲ καὶ Ὅμηρος τὴν Αἰόλου νῆσον Πλωτήν· καὶ τούτου ζήτει τὴν αἰτίαν ἐκεῖ. Αἱ δ' αὐταὶ νῆσοι αἱ τοῦ Αἰόλου λέγονται καὶ Λιπαραίων νῆσοι, διέχουσαι τοῦ Σικελικοῦ πορθμοῦ στάδια διακόσια, ἐν ἀπόψει κείμεναι τοῖς ἐκ Σικελίας καὶ Ἠπείρου πλέουσιν· ὧν ἐν μιᾷ τῇ καλουμένῃ Στρογγύλῃ τὸν Αἴολον οἰκῆσαί φασιν, ἥτις βίᾳ μὲν φλογὸς λείπεται τῶν ἄλλων ἓξ νήσων, φέγγει δὲ πλεονάζει. Μεγίστη δ' αὐτῶν ἡ Λιπάρα, ἀπὸ Λιπάρου τινὸς κληθεῖσα υἱοῦ Αὔσονος, Κνιδίων ἄποικος, ἐξ ἧς ὡς ἀπὸ μέρους προέχοντος αἱ πᾶσαι Λιπαραίων λέγονται νῆσοι. Ὠνομάσθη δέ ποτε αὕτη καὶ Μελιγουνίς. Ἐγγυτάτω δὲ αὐτῆς ἐστιν ἡ Σικελία. Σημείωσαι δὲ ὅτι αἱ τοῦ Αἰόλου νῆσοι Αἰόλειοι λέγονται, οὐ μὴν καὶ Αἰολίδες· τοῦτο γὰρ αἱ τῶν Αἰολέων νῆσοι εἰς κλῆσιν εἰλήχασι· καὶ ὅτι περὶ τὸ Τυρσηνικὸν αὗται κεῖσθαι λέγονται πέλαγος· ὅθεν σημειωτέον ὅτι καὶ ἡ Σικελία τῷ Τυρσηνικῷ πελάγει παράκειται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
