# Commentarium in Dionysii periegetae orbis descriptionem 467

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 467. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/467

Ὅτι τὴν παρ' Ὁμήρῳ Θρινακίαν Τρινακίαν οὗτός φησι, τουτέστι τὴν Σικελίαν. Ἥτις ἐκτέταται, φησὶν, ἐπὶ τρισσαῖς πλευραῖς ἑστηκυῖα, οἷα δηλονότι τρίγωνος οὖσα. Καὶ ἔστιν οἷον ἐτυμολογία τοῦτο τῆς Τρινακίας, οἱονεὶ τριακρίας, ὃ ἔστι τρία ἐχούσης ἄκρα. Διὸ καὶ ὁ Λυκόφρων τρίδειρον νῆσον λέγει αὐτὴν, καὶ ὁ Πίνδαρος τριγλώχινα. Καὶ ὅρα τὸ ἑστηκυῖα ἐπὶ τρισσαῖς πλευραῖς. Διὰ τοῦτο γὰρ ἐν τοῖς φθάσασι κρηπῖδάς που εἶπεν, ἤτοι βάσεις, τὰς τοῦ τριγώνου πλευρὰς, ὡς ἱσταμένου ἐπὶ κρηπῖδος, ἤτοι βάσεώς τινος. Ἄκρα δέ οἱ, φησὶν, ἤτοι ἀκρωτήρια καὶ γωνίαι τοῦ νησιωτικοῦ τούτου τριγώνου, Πάχυνός τε Πελωρίς τε Λιλύβη τε. Καὶ ὅρα ὅτι κἀνταῦθα γοργῶς ἑνὶ στίχῳ τὰ τρία τῆς Σικελίας ἄκρα ἐμπεριέλαβεν, ὧν Λιλύβη μὲν πρὸς ζέφυρόν ἐστιν εἰσανέχουσα, ἥτις καὶ οὐδετέρως Λιλύβαιον λέγεται, ὡς κεφαλή κεφάλαιον· Πάχυνος δὲ πρὸς αὐγάς· ἐπ' ἄρκτον δὲ πρὸς Αὐσονίαν ὁρᾷ ἡ Πελωρὶς, ἧς ἐν τῷ κόλπῳ ἡ Μεσσήνη. Καὶ ὅρα τὸ εἰσανέχουσα, ὡς οὐ μάτην ἐστοίβασται ταῖς προθέσεσιν, ἀλλ' ἡ μὲν εἰς πρόθεσις τὸ ἐπὶ πολὺ τὴν ἄκραν ἐκτείνεσθαι εἴσω θαλάσσης ἐμφαίνει, ἡ δὲ ἀνά τὸ ὕψος τοῦ ἀκρωτηρίου παραδηλοῖ, ὅθεν καὶ ἠνεμόεσσαν ἔφη τὴν Πελωρίδα. Ἰστέον δὲ ὅτι ἡ Πελωρὶς ἐνταῦθα μὲν Σικελίας ἄκρα ἐστὶ, κεῖται δέ ποτε ἡ λέξις καὶ ἐπὶ ὀστρέου. Ἔστι γὰρ κατὰ τοὺς παλαιοὺς πελωρὶς ὀστρέου εἶδος χήμης μεγαλώτερον· διὸ καὶ πελωρίς διὰ τὸ μέγεθος λέγεται. Καὶ ταῦτα μὲν οὕτως. Ὁ δὲ Γεωγράφος λέγει ὅτι ἀπὸ Τρινακρίας Θρινακία προσηγορεύθη, μετονομασθεῖσα εὐφωνότερον. Λέγει δὲ καὶ δίαρμα εἶναι ἀπὸ Παχύνου τοῦ ἑῴου ἄκρου πρὸς τὸ στόμα τοῦ ἐν Πελοποννήσῳ Ἀλφειοῦ στάδια τετρακισχίλια, ἀπὸ δὲ τοῦ ἑσπερίου Λιλυβαίου ἐπὶ τὴν Λιβύην καὶ Καρχηδόνα τοὐλάχιστον χίλια πεντακόσια· καί τις τῶν ὀξυδορκούντων λέγεται ἀπὸ σκοπιᾶς ἀπαγγέλλειν τοῖς ἐν Λιλυβαίῳ τὸν ἀριθμὸν τῶν ἐκ Καρχηδόνος ἀναγομένων σκαφῶν. Ἰστέον δὲ ὅτι ὁ Διόδωρος οὐ μόνον ἀκρωτήριον Σικελίας οἶδε τὸ Λιλύβαιον, ἀλλὰ καὶ φρέαρ ἐνταῦθά που ἱστορεῖ οὕτω καλούμενον, καὶ πόλιν δὲ τῷ φρέατι τούτῳ ὁμώνυμον. Ὅρα δὲ ὅτι καὶ ἐνταῦθα ἐν τῷ «Τρινακίη δ' ὑπὲρ πέδον Αὐσόνων» τῇ ὑπέρ προθέσει συνήθως αὐτῷ ἐπὶ τῶν νοτίων ἐχρήσατο. Νοτιωτέρα γὰρ ἡ Σικελία τῆς τῶν Αὐσόνων ἠπείρου, ἧς καὶ ἐκκέκοπται, ὡς ῥηθήσεται. Ἄλλοι δέ φασιν ὅτι Θρινακία λέγεται διὰ τὸ ἐοικέναι θρίνακι· ὅπερ ἀπᾴδει τῇ τῶν παλαιῶν δόξῃ· οὐ γὰρ δοκεῖ τοιούτου σχήματος εἶναι ἡ Σικελία. Σιβύλλα δέ φησιν ἀπὸ Τρινάκου βουκόλου κληθῆναι, εἰποῦσα· Θρινακίη νῆσος, τὴν ἔκτισε Τρίνακος ἥρως, υἱὸς ποντομέδοιο Ποσειδάωνος ἄνακτος.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
