# Commentarium in Dionysii periegetae orbis descriptionem 473

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 473. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/473

Ὅτι πρὸς βορέαν τῆς Σικελίας ὀλεθρία τοῖς ναύταις κέλευθος, στενή τε σκολιά τε καὶ ἄσχετος· ὅπου ἡ θάλασσα, φησὶ, συρομένη κατὰ πάθος Εὐρίπου μακραῖς περιβρέμεται σπιλάδεσσιν, ἤτοι παραθαλασσίαις πέτραις. Ἐκφράζει δὲ τὸν Σικελικὸν ἐν τοῖς ἔπεσι τούτοις πορθμόν· ἔνθα καὶ τὸ τῆς Χαρύβδεως ὁ Ὁμηρικὸς μῦθος λέγει γίνεσθαι πάθος καὶ τῆς Σκύλλης κακόν. Ἔστι δὲ ῥοώδης καὶ οὗτος ὁ πορθμὸς, καὶ αὐτὸς μὲν δὶς ἑκάστης ἡμέρας μεταβάλλει, ἑπτάκις δὲ τὸ ὅλον νυχθήμερον ὁ περὶ Εὔβοιαν Εὔριπος. Περὶ ὅν φασι διατρίψαντα τὸν Ἀριστοτέλην καταλῦσαι τὸν βίον· ὅπου καὶ ἡ Εὐβοϊκὴ Ἀρέθουσα, ἔτι δὲ καὶ ἡ Χαλκὶς, ἀφ' ἧς καὶ ὁ Εὐβοϊκὸς Εὔριπος Χαλκιδικὸς λέγεται. Ταύτης δὲ τῆς Χαλκίδος οἱ πολῖται ἀνδρεῖοι ἱστόρηνται, περὶ ὧν χρησμὸς τοιοῦτος ἐξέπεσεν· Ἵππον Θεσσαλικὸν, Λακεδαιμονίαν δὲ γυναῖκα, ἄνδρας δ' οἳ πίνουσιν ὕδωρ ἱερῆς Ἀρεθούσης· τοὺς Χαλκιδέας λέγων ὁ τοιοῦτος χρησμὸς Ἀρεθουσίους κατὰ τὴν ἐξήγησιν τῶν παλαιῶν· ἐκεῖ γάρ ἐστιν ἡ τοῦ τοιούτου χρησμοῦ Ἀρέθουσα. Δεῖ γὰρ εἰδέναι ὅτι οὐ μία ἡ Σικελικὴ, ἀλλὰ πολλαί εἰσιν Ἀρέθουσαι, ὥσπερ καὶ Χαλκίδες καὶ Εὔβοιαι, ναὶ μὴν καὶ πορθμοὶ ῥοώδεις κατὰ τὸν Σικελικόν. Ὧντινων πορθμῶν ὁ κατὰ τὸ Βυζάντιον ἔκρουν ἔχει μόνον, οὐ μὴν καὶ ἀνάκαμψιν. Ἵππαρχος δὲ ἱστορεῖ καὶ μονάς ποτε ποιεῖσθαι αὐτὸν, ἤγουν ἵστασθαι. Κἀκεῖνο δὲ ἰστέον, ὅτι τῶν δύο τῆς Σικελίας πορθμῶν ὁ μὲν πρὸς τῇ Ἰταλίᾳ ὁ βόρειος, περὶ οὗ κατὰ τὸ προσεχὲς ἐρρέθη, ἑπταστάδιος ἱστορεῖται· τοσοῦτον γὰρ (τῆς γῆς) διέχει τὸ στενότατον, καθὰ καί τι μέρος τοῦ Ἑλλησπόντου, ὡς προϊστόρηται· ὁ δὲ πρὸς τῇ Καρχηδόνι ὁ νότιος, ὁ ἀπὸ Λιλυβαίου ἐπὶ Λιβύην, ὡς πρὸ ὀλίγου γέγραπται, σταδίων χιλίων πεντακοσίων, ὃν Λιβυκὸν πόρον καλεῖ ὁ Διονύσιος.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
