# Commentarium in Dionysii periegetae orbis descriptionem 483

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 483. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/483

Ὅτι ἡ Διομήδεια νῆσος, ἣν οὗτος ἰφθίμου Διομήδεος νῆσόν φησι, περιφραστικῶς αὐτὴν ἐτυμολογῶν, περὶ τὴν Ἀδριάδα ἐστὶ θάλασσαν, ἐπ' ἀριστερὰ τῷ εἰσελαύνοντι πρὸς τῇ Ἰαπυγίᾳ· ἔνθα ᾤκησε Διομήδης, διωχθεὶς ἐκ τῆς πατρίδος Ἀφροδίτης χόλῳ, οἷα τρωθείσης ὑπ' αὐτοῦ ἐν τῷ κατὰ Τροίαν πολέμῳ, καθά φησι καὶ Ὅμηρος. Ἰστέον δὲ ὅτι ὁ μὲν Ποιητὴς σώφρονά τε οἶδε τὴν τοῦ Διομήδους γυναῖκα τὴν Αἰγιάλειαν, καὶ οὐδὲ διωχθῆναι τὸν Διομήδην ἱστορεῖ· ἄλλοι δὲ ἱστοροῦσιν ὡς ἡ Ἀφροδίτη ἐν τῷ καιρῷ τοῦ Τρωικοῦ πολέμου ἀνέπεισε τὴν Αἰγιάλειαν, ἣν καὶ κακόφρονα οὗτος καλεῖ, μιχθῆναι τῷ Σθενέλου υἱῷ Κομήτῃ. Ὑφ' ὧν καὶ ἐξωσθεὶς μετὰ τὸν νόστον ὁ Διομήδης εἰς τριλλίστους ἢ τηλίστους Ἴβηρας ἦλθε πλανήτης, ἀλλὰ καὶ εἰς τὴν νῆσον ταύτην. Ἔστι δὲ τὸ μὲν τριλλίστους ταὐτὸν τῷ παρ' Ὁμήρῳ πολυλίστους, ὅ ἐστι πολυλιτανεύτους, τοῦ τρία ἀντὶ τοῦ πολύ ληφθέντος, ἀντιστρόφως τῷ πρὸ μικροῦ ῥηθέντι πολυγλώχινι· ἐκεῖ γὰρ πάλιν τὸ πολύ ἀντὶ τοῦ τρία ἔθετο ἀριθμοῦ, ὡς προείρηται. Καὶ τοιοῦτον μὲν τὸ τριλλίστους· τὸ δὲ τηλίστους τοὺς ὑπερορίους δηλοῖ, καὶ τῆλε, ὅ ἐστι πόρρω, πρὸς τῷ ὠκεανῷ ἀπέχοντας· ἐκεῖ γὰρ ἡ ἑσπερία Ἰβηρία κεῖται. Ἄλλοι δὲ δύο ἱστοροῦσι τὰς τοῦ Διομήδους νήσους, λέγοντες καὶ ὅτι τῆς περὶ τὴν θάλασσαν ταύτην δυναστείας τοῦ Διομήδους καὶ αἱ Διομήδειαι νῆσοι μαρτύρια, καὶ ἡ παρ' Ἐνετοῖς αὐτῷ λευκὸς ἵππος, ὡς ἐρρέθη, θυόμενος. Τῶν δὲ δύο τούτων νήσων τὴν μὲν οἰκεῖσθαί φασιν, ἧς καὶ μεμνῆσθαι δοκεῖ ὁ Διονύσιος, τὴν δὲ ἔρημον εἶναι, ἐν ᾗ καὶ τὸν Διομήδην ἀφανισθῆναι λέγουσι, καὶ τοὺς ἑταίρους ἐκεῖ ἀπορνιθωθῆναι, ὡς καὶ ὁ Λυκόφρων φησίν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
