# Commentarium in Dionysii periegetae orbis descriptionem 488

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 488. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/488

Ὅτι πρὸς ἀνατολὰς τῆς Ἀδριάδος ὁ τῶν Ἀψύρτου νήσων ἄσπετος ὁλκὸς ἀναφαίνεται, ὃ ἔστιν αἱ Ἀψύρτιδες νῆσοι, ἃς οἱ Κόλχοι, φησὶν, ἐπέδραμον, τὰ τῆς Μηδείας ἴχνη μαστεύοντες, ἤτοι ζητοῦντες καὶ καταδιώκοντες, ὅτε τῷ Ἰάσονι κατ' ἔρωτα ἠκολούθησεν, ἣν καὶ μὴ συλλαβεῖν ἐκεῖνοι ἐξισχύσαντες, ἀλλ' εἰς κενὸν μογήσαντες ᾤκησαν ὑπ' ἀμηχανίας ἐκεῖ. Οὐ γὰρ ἦν αὐτοὺς εἰς Κολχίδα νοστῆσαι, εἰ μὴ καὶ τὴν Μήδειαν ἀνακομίσονται· οὕτω γὰρ ὁ Αἰήτης ἠπειλήσατο. Ὠνομάσθησαν δὲ Ἀψύρτιδες αἱ νῆσοι ἀπὸ Ἀψύρτου τοῦ ἀδελφοῦ Μηδείας, ὃν συνδιώκοντα ἑλοῦσα διέφθειρεν ἡ. Μήδεια, μελεϊστὶ τεμοῦσα καὶ τῇ θαλάσσῃ τὰ τῶν σαρκῶν ἐπισπείρασα τμήματα. Ὅρα δὲ ὅτι τὸ ἴχνη Μηδείας ἀστείως εἶπεν, ὡς ἐπὶ διωκομένου καὶ ἰχνηλατουμένου θηρός. Ἔστι δὲ οὕτω καὶ σεμνὸς ὁ λόγος· λεληθότως γὰρ ὡς θηριώδη σκώπτει αὐτὴν ἐπὶ τῷ φόνῳ τοῦ ἀδελφοῦ. Σημείωσαι δὲ καὶ τὸ ὁλκός ἐπὶ νήσων λεχθέν· ὥστε οὐ μόνον ἐπὶ ὄφεων οὐδὲ ἐπὶ ὕδατος μόνου κεῖται ἡ λέξις.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
