# Commentarium in Dionysii periegetae orbis descriptionem 492

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 492. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/492

Ὅτι μετὰ τὰ Κεραύνια δρυμὰ πρὸς νότον αἱ τῶν Ἀμβρακιέων φαίνονται νῆσοι καὶ ἡ λιπαρὰ Κέρκυρα, φίλον πέδον Ἀλκινόου τοῦ κατὰ τὰς ἱστορίας ἐκεῖ μεγαλωνύμως βασιλεύσαντος· ἐφ' ᾗ, τουτέστι μεθ' ἣν Κέρκυραν, τὸ τῆς Ἰθάκης ἕδος ἐστήρικται, ἣν καὶ Νηρικίην λέγει, οὐχ ὡς Νήρικον ἔχουσαν ὄρος κατά τινας· ἐκεῖνο γὰρ ὁ ποιητὴς Νήριτον λέγει διὰ τοῦ τ· ἀλλ' ὡς ἠπειρωτικήν. Τῆς ἠπείρου γὰρ πόλις καὶ τὸ Νήρικον, ἡ λεγομένη Λευκὰς, ὡς ἐν τῷ τῆς Ὀδυσσείας ω τῷ μεγάλῳ εἴρηται, διὰ τοῦ κ γραφόμενον· εἰ καί τις Λούπερκος, ἀνὴρ παλαιὸς, ὡς οἱ Σχολιασταὶ λέγουσι, διὰ τοῦ τ γράφει καὶ τὴν τοιαύτην πόλιν ὁμωνύμως τῷ Ἰθακησίῳ ὄρει. Οἱ Ἀμβρακιεῖς δὲ ἠπειρωτικὸν καὶ αὐτοὶ ἔθνος· οὕτω δὲ λέγονται ἢ ἀπὸ Ἀμβρακίας τῆς Αὐγέου θυγατρὸς ἢ ἀπὸ Ἄμβρακος υἱοῦ Θεσπρωτοῦ, ἀφ' οὗ καὶ κόλπος Ἀμβρακιωτικὸς, καὶ πόλις Ἀμβρακία, ὡς ἀπὸ Θεσπρωτοῦ ἡ Θεσπρωτία χώρα. Τὸ δὲ Ἄμβραξ εἰσὶν οἳ ἀρχαϊκώτερον διὰ τοῦ π γράφουσι, καὶ διὰ τοῦτο καὶ τὴν χώραν Ἀμπρακίαν, ὡς καὶ τὰς νήσους τὰς Βρεττανικὰς Πρεττανικάς· πλείων δὲ ἡ διὰ τοῦ β γραφή. Λιπαρὰν δὲ τὴν Κέρκυραν λέγει διὰ τὸ πολύκαρπόν τε καὶ εὔκαρπον, ὅπερ ἐμφαίνει καὶ ἐν τῇ Ὀδυσσείᾳ ὁ Ποιητής. Τὰ δὲ παλαιὰ σχόλια καὶ πολλὰ δὲ τῶν ἱστοριῶν ἀντίγραφα ἐμφαίνουσιν ἀμφιβόλως ἔχειν παρὰ τοῖς παλαιοῖς τὴν τῆς νήσου ταύτης γραφήν· λέγεσθαι γὰρ καὶ διὰ τοῦ ο μικροῦ Κόρκυραν. Κορινθίων δέ ἐστι κτίσμα ἡ Κέρκυρα, καὶ ηὐξήθη ποτὲ, καὶ πολλὰς πόλεις καὶ νήσους ᾤκισε, καὶ ναυτικὸν ἔσχε πολὺ, ὥστε καὶ ἐν τῷ Περσικῷ πολέμῳ οἱ Κερκυραῖοι ναῦς ἑξήκοντα ἐπλήρωσαν, ὅταν τὸ ἀμφίβολον τοῦ πολέμου εὐλαβούμενοι οὔτε τῷ Ξέρξῃ οὔτε τῇ Ἑλλάδι ἐβοήθησαν, ἀλλὰ τὴν βοήθειαν ἀνεβάλλοντο. Ἠρημώθη δὲ αὖθις, ὡς καὶ εἰς τοιαύτην παροιμίαν πεσεῖν, «ἐλευθέρα Κέρκυρα, χέζ' ὅπου θέλεις.» Δύο δὲ Κέρκυραι, ἥ τε Φαιακὶς, πρὸς τῷ Ἰονίῳ κόλπῳ, περὶ ἧς καὶ τῷ Διονυσίῳ νῦν ὁ λόγος, ἡ καὶ Φαιακία καλουμένη καὶ Σχερία καὶ Δρέπανον καὶ Ἄργος· καὶ αὕτη μὲν μία· ἑτέρα δὲ Κέρκυρα ἐντὸς τοῦ Ἰονίου, διὰ τοῦ ο μάλιστα λεγομένη Κόρκυρα, ἡ καὶ Μέλαινα καλουμένη. Δύο δὲ λιμένας ἡ Φαιακὶς ἔχει, ὧν θάτερος Ἀλκινόου λέγεται. Ἰστέον δὲ ὅτι οἱ Κερκυραῖοι παρά τισι καὶ Κέρκυρες λέγονται, ὡς καὶ Ἴλλυρες οἱ Ἰλλυριοὶ, καὶ οἱ Ἀσσύριοι Ἄσσυρες, καὶ οἱ θεράποντες θέραπες, ὡς ὅτε Αἰλιανὸς λέγει, «λέγουσι δὲ καὶ οἱ προφῆται καὶ θέραπες τῶν θεῶν.» Εὕρηνται δὲ καὶ οἱ πολύποδες λεγόμενοι πώλυπες.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
