# Commentarium in Dionysii periegetae orbis descriptionem 498.1

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 498. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/498.1

Ὅτι βορειότεραι νῆσοι Κρήτης πρὸς ζόφον (οὕτω γὰρ ὁ τῆς ἱστορίας συντάσσεται νοῦς) Αἴγυλα, Κύθηρα, Καλαύριά τε τραχεῖα· Κάρπαθος δὲ ἑτέρωθεν, πρὸς ἀνατολὰς δηλαδή. Ἐγγὺς δ' αὐτῆς ἡ Κρήτη, ἣν ἐγκωμιάζων φησί· «Κρήτη τιμήεσσα, τιθήνη Διὸς, ἧς τὸ μέγεθος περιώσιον, ἤτοι μέγα, πολλή τε λιπαρά τε καὶ εὔβοτος.» Ὑπὲρ ἧς ἡ Ἴδη, ὄρος ἐγχώριον, ἀφ' ἧς ἡ Τρωϊκὴ Ἴδη ὠνόμασται, ὡς τῷ Γεωγράφῳ δοκεῖ· ἣν καὶ ἐπαναλαβὼν ὁ Διονύσιος ὡς ἀξίαν λόγου φησίν· «Ἴδη καλλικόμοισιν ὑπὸ δρυσὶ τηλεθόωσα.» Πολύδενδρον γὰρ τὸ ὄρος καὶ μεγαλόδενδρον. Κρήτη δὲ λέγεται, ὡς οἱ παλαιοί φασιν, ἀπὸ τῶν ἐκεῖ οἰκησάντων Κουρήτων, οἱονεὶ Κουρήτη, καὶ ἐν συγκοπῇ Κρήτη. Οἱ δὲ ἀπὸ Κρητός τινος αὐτὴν Κρήτην ὠνόμασαν υἱοῦ τοῦ Διός. Ἀρριανὸς δέ φησι· «Κρὴς, οὗ Κρήτη ἐπώνυμος, ὁ τὸν Δία κρύψας ἐν ὄρει Δικταίῳ, ὅτε Κρόνος ἐμάστευεν ἐθέλων ἀφανίσαι αὐτόν.» Ἀρχίας δέ τις, ὡς λέγεται, Κρεήτην αὐτὴν ὠνόμασε, πλεονασμῷ τοῦ ε. Τῶν δὲ συμμνημονευθεισῶν ἐνταῦθα τῇ Κρήτῃ τεσσάρων νήσων, Αἴγυλα μὲν οὐκ ἠξίωται πολλοῦ λόγου τοῖς παλαιοῖς, τὰ Κύθηρα δὲ νῆσός ἐστι πρὸς τῇ Κρήτῃ, φυλάττουσα καὶ εἰσέτι τὴν κλῆσιν, δοκοῦσα αἰτία εἶναι τοῦ τὴν Ἀφροδίτην καλεῖσθαι Κυθέρειαν κατὰ τὸν Ἡσιόδου μῦθον, λέγοντος Κυθέρειαν τὴν Ἀφροδίτην λέγεσθαι, διότι προσεπέλασε Κυθήροις. Ἐκαλεῖτο δὲ, φασὶ, καὶ Πορφύρουσά ποτε, διὰ τὸ καλλίστας ἔχειν πορφύρας. Ὠνόμασται δὲ, φασὶν, ἀπὸ Κυθήρου τοῦ Φοίνικος. Τὴν δὲ Καλαύριαν νῆσον οἱ παλαιοὶ σχολιασταὶ πρὸς ἀντιδιαστολὴν τῆς τῶν Καλαβρῶν χώρας, τῆς τῷ κανόνι τῶν χωρῶν παροξυνομένης, προπαροξύνουσι, Καλαύριαν ἀναγινώσκοντες, τὴν τοῦ ἰῶτα μέντοι καὶ οὕτω φυλάσσοντες γραφήν. Καὶ οὐδὲ διὰ τοῦ β γράφουσι ταύτην, ἀλλὰ διὰ τῆς αυ διφθόγγου ἐν τῇ προπαραληγούσῃ. Λέγουσι δὲ κύκλον ἔχειν ταύτην τὴν νῆσον σταδίων λʹ, πορθμῷ τετρασταδίῳ διεστῶσαν τῆς ἠπείρου. Εἶτά φασι μετ' αὐτὴν εἶναι τὸν ἀνωτέρω μνημονευθέντα Σαρωνικὸν κόλπον, οὗ πρόκειται ἡ Αἴγινα, τοῦ Μυρτῴου ἤδη αὐτὴ πελάγους οὖσα, ὡς καὶ τὰ Κύθηρα καὶ ἡ Καλαύρια καὶ ἡ Σαλαμίν. Ἔχειν δέ φασι καὶ ἱερὸν Ποσειδῶνος ἄσυλον τὴν Καλαύριαν ταύτην νῆσον, διὸ καὶ τὸν Δημοσθένην ἐκεῖ φυγόντα σταλεὶς ὁ Ἀρχίας ὑπ' Ἀντιπάτρου οὐκ ἐβιάσατο, ἀλλὰ πείθειν ἐπειράθη· εἰ καὶ μὴ ἐπείσθη ἐκεῖνος, ἀλλὰ τοῦ ζῆν ἑκὼν ἑαυτὸν παρέλυσεν. Ἠλλάξατο δὲ, φασὶν, ὁ Ποσειδῶν τὴν Καλαύριαν ταύτην πρὸς τὴν Λητὼ, ἀντιδοὺς τὴν Δῆλον, ὥσπερ καὶ τὴν Πυθὼ ἀντιδοὺς ἔσχε τὸ Ταίναρον. Ὅθεν καὶ λόγος παροιμιώδης ἐπὶ τῶν ἴσα ἀνθαιρουμένων καὶ ἀντικαταλλασσόντων ὡς αὐτοῖς βουλητόν, Ἶσόν τοι Δῆλόν τε Καλαύριάν τε νέμεσθαι, Πυθώ τ' ἠγαθέην καὶ Ταίναρον ἠνεμόεντα. Τῇ δὲ Καρπάθῳ λυμήνασθαί ποτέ φασι τοὺς λαγωοὺς, κακὸν γενομένους ἐπακτὸν ἔξωθεν, ὡς καὶ ἡ παροιμία δηλοῖ ἡ λέγουσα, «ὁ Καρπάθιος τὸν λαγών.» Κρήτης δὲ πόλεις μέγισται, καθὰ καὶ προγέγραπται, Γόρτυνα, Κυδωνία καὶ Κνωσσὸς, βασίλειον Μίνωος, ἥτις καὶ Καίρατος ἐκαλεῖτο, ὁμωνυμοῦσα ποταμῷ τινι παραρρέοντι. Μίνως δὲ πρῶτος τὴν νῆσον ἐξημέρωσε νόμοις καὶ πολιτείαις καὶ πόλεων συνοικισμοῖς. Εἴρηκε δὲ περὶ αὐτῆς καὶ Ὅμηρος ἐν Ὀδυσσείᾳ, καὶ γέγραπται ἐκεῖ ὅσα ἔδει. Ἰστέον δὲ ὅτι ἀντὶ τοῦ εἰπεῖν, βορειότεραι νῆσοι Κρήτης, βορειότεραι Ἀμνισοῦ εἶπεν ὁ Περιηγητὴς, ἀπὸ μέρους δηλώσας τὸ ὅλον. Μέρος γάρ τι Κρήτης ὁ Ἀμνισὸς, ἔνθα καὶ σπήλαιον Εἰληθυίας, ὡς ἐν τῇ Ὀδυσσείᾳ ὁ Ποιητὴς ἱστορεῖ.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
