# Commentarium in Dionysii periegetae orbis descriptionem 507

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 506,507. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/507

Ὅτι πρόσθεν Σουνιάδος κορυφῆς, ἐφύπερθεν ἢ ὑπένερθεν τῶν Ἀβάντων, φαίνονται Σαλαμίς τε καὶ Αἴγινα. Δεῖ δὲ εἰδέναι ὅτι ταὐτὸν ἐνταῦθα δηλοῖ καὶ τὸ ἐφύπερθεν Ἀβάντων καὶ τὸ ὑπένερθεν, ἵνα λέγῃ δι' ἀμφοῖν τὸ νοτιώτερον· ὅπερ εἰ καὶ ὑπένερθέν ἐστιν, διὰ τὸ καθ' ἡμᾶς βόρειον ὕψος, ἀλλὰ κατὰ τὴν τοῦ Περιηγητοῦ συνήθειαν ὕπερθέν ἐστιν, ὡς τιθέντος ἐπὶ τῶν νοτίων τὴν ὑπέρ πρόθεσιν. Ἀκρωτήριον δὲ ᾀδόμενον Ἀττικῆς καὶ Εὐβοίας τὸ Σούνιον. Περὶ ἣν Εὔβοιάν εἰσιν οἱ Ἄβαντες, περὶ ὧν ἐροῦμεν μετ' ὀλίγα. Ἡ δὲ Σαλαμὶς πρώτη ἐν τῷ Σαρωνικῷ πελάγει, πρὸς ἀνατολὰς Κορίνθου. Καὶ μετ' αὐτὴν ἡ Αἴγινα, ἣν ἐν πολλοῖς καὶ ὁ Πίνδαρος ἐξυμνεῖ. Περὶ ἧς καὶ τοιαῦτα γράφεται· «Νῆσος πρὸ τῆς Ἐπιδαυρίας ἡ Αἴγινα ἐνδοξοτάτη, κύκλον σταδίων ρπʹ, κλυζομένη τῷ τε Κρητικῷ πελάγει καὶ τῷ Μυρτῴῳ, τῷ μεταξὺ Κρήτης καὶ Ἀργείας καὶ Ἀττικῆς, ἐν βάθει μὲν γεώδης, ἐπιπολῆς δὲ πετρώδης, διὸ καὶ ψιλή ἐστι, κριθοφόρος δὲ ἱκανῶς, Οἰνώνη ποτὲ ὀνομαζομένη. Ἐξ αὐτῆς ὁ Αἰακός. Οἱ δὲ ἐν αὐτῇ πρῶτοι Μυρμιδόνες ἐκλήθησαν, οὐχ ὅτι κατὰ τὸν μῦθον λοιμοῦ τῇ νήσῳ συμπεσόντος καὶ τῶν ἐκεῖ ἐκτριβέντων τῇ νόσῳ, οἱ μύρμηκες ἄνθρωποι ἐγένοντο, Αἰακοῦ εὐξαμένου, ἀλλ' ὅτι μυρμήκων δίκην τὴν ἀγαθὴν γῆν κάτω οὖσαν ὑπορύττοντες ἐπέφερον ταῖς πέτραις, ἵνα τὴν μὲν ἔχωσι γεωργεῖν, ἐν δὲ τοῖς ὀρύγμασι κατοικεῖν, φειδόμενοι τοῦ πλινθοποιεῖν, ἵνα ἔχωσι γῆν.» Δωριεῖς δὲ ἀνέκαθεν οἱ Αἰγινῆται ἀπὸ Ἐπιδαύρου κατὰ τὸν Ἡρόδοτον. Ἐκ ταύτης τῆς νήσου καὶ ὁ ᾀδόμενος Κριὸς, ἀνὴρ γενναῖος ἀθλητής· ὑφ' οὗ ἀπελαυνόμενος τῆς νήσου ὁ τῶν Λακώνων βασιλεὺς Κλεομένης καὶ θέλων ἐκφοβῆσαι αὐτὸν ἔφη ἀστείως τὸ ὑμνούμενον, «ἤδη νῦν καταχαλκοῦ, ὦ κριὲ, τὰ κέρατα, ὡς μεγάλῳ κακῷ συνοισόμενος.» Λέγεται δὲ καὶ Σώστρατός τις Αἰγινήτης ἔμπορος μεγάλα ἐκ φορτίων κερδῆσαι. Καὶ ταῦτα μὲν περὶ Αἰγίνης. Ἡ δὲ Σαλαμὶς ἑβδομήκοντα σταδίων ἔχει περίμετρον ἢ ὀγδοήκοντα. Ἐκαλεῖτο δέ ποτε Κυχρεία, ἀπό τινος Κυχρέως, οὗ καὶ Λυκόφρων καὶ Ἀρριανὸς μέμνηνται, ὃς ὄφις μὲν ἐπεκλήθη διὰ τραχύτητα τρόπου, ἀπηλάθη δὲ τῆς νήσου ὑπὸ Εὐρυλόχου. Ὠνόμασται δὲ ἡ νῆσος αὕτη καὶ Σκιρὰς ἀπό τινος ἥρωος· ἀφ' οὗ καὶ Σκιρὰς Ἀθηνᾶ παρ' Ἀθηναίοις, καὶ ὁ μὴν ὁ Σκιροφοριὼν, καὶ Σκίρα τόπος ἐν Ἀττικῇ. Εἶχε δὲ καὶ ποταμὸν Βώκαρον λεγόμενον, ὡς καὶ Λυκόφρων ἱστορεῖ, ὡς ἂν εἴποι τις Βουκέφαλον· καθὰ καὶ πηγή τις παρὰ Θεοκρίτῳ Βούρινα Ἰταλικὴ, βοὸς ῥινὶ παρονομαζομένη. Ὅτι δὲ περὶ Σαλαμῖνα κατεναυμαχήθη ὁ Ξέρξης, καὶ ὅτι ναυτικὸν ἀξιόλογον ἔσχε ἡ νῆσός ποτε, οὐδεὶς τῶν περὶ λόγους ἠγνόηκε. Τὸν δὲ περὶ Σαλαμῖνα πορθμὸν διστάδιον εἶναί φασιν, ὃν ἐπειρᾶτο μὲν ὁ Ξέρξης καταχῶσαι καὶ οὕτως ἀποχερσῶσαι, ἀπεναντίας τι ποιῶν τοῖς περὶ τὸν Ἄθω νεανιεύμασιν, οὗ τὸν αὐχένα διορύξας ἀπεθαλάσσωσεν, ἐκωλύθη δὲ φυγών.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
