# Commentarium in Dionysii periegetae orbis descriptionem 513

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 513. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/513

Ὅτι τὸ Αἰγαῖον πέλαγος ἀπειρεσίας ἔχειν λέγει νήσους, καὶ ὅτι θηητὸν βαθὺν πόρον τὸν τοῦ Αἰγαίου καλεῖ. Καὶ ὅτι τὸν Ἑλλήσποντον παραφράζων ἢ ἐτυμολογῶν στενωπὸν ὕδωρ Ἀθαμαντίδος Ἕλλης λέγει αὐτὸν, ὡς ἐκεῖ καταπεσούσης τῆς Ἕλλης τῆς θυγατρὸς τοῦ Ἀθάμαντος, καὶ λιπούσης τῷ τόπῳ τὸ ὄνομα, ἧς καὶ τάφον Ἡρόδοτος ἱστορεῖ περὶ τὴν Θρᾳκικὴν Χερρόνησον. Ὁ δὲ Διονύσιος λέγει καὶ ὅτι Σηστὸς ἐκεῖ καὶ Ἄβυδος ἐναντίον ὅρμον ἔθεντο· Σηστὸς μὲν, Λεσβίων ἄποικος, καθὰ καὶ ἡ Μάδυτος, ὡς ὁ Γεωγράφος φησὶ, Χερρονησία πόλις, Ἀβύδου διέχουσα σταδίους λʹ ἐκ λιμένος εἰς λιμένα. Ἔνθα καὶ ἡ λεγομένη Ἀποβάθρα, ὅπου ἡ Ξερξικὴ σχεδία ἐπήγνυτο. Περὶ Εὐρώπην δέ ἐστιν ἡ ῥηθεῖσα πόλις, λεγομένη Ἀττικῶς μὲν ἡ Σηστὸς, παρὰ δ' Ἐφόρῳ ὁ Σηστός. Ἔσχε δέ ποτε τεῖχος ἰσχυρὸν, ὡς Ἡρόδοτος ἱστορεῖ. Ἄβυδος δὲ πρὸς ἀνατολὰς ἀντιπαρήκουσα τῇ Σηστῷ, κτίσμα Μιλησίων, ἴσον διέχουσα Λαμψάκου καὶ Ἰλίου, ὡς ὁ Γεωγράφος φησίν· ἔνθα τὸ ἑπταστάδιον τοῦ πορθμοῦ, ὅπερ ὁ Ξέρξης ἔζευξεν. Ἐνεπρήσθη δὲ ἡ Ἄβυδος αὕτη ὑπὸ Δαρείου τοῦ πατρὸς Ξέρξου. Εἶναι δὲ λέγεται ποτε καὶ Λιβυκὴ Ἄβυδος Αἰγυπτία, ἔχουσα Μεμνόνειον βασίλειον, δευτερεύουσα μετὰ τὰς ἑκατομπύλους Θήβας. Καὶ Ἰταλικὴ δὲ ἱστόρηται Ἄβυδος. Ὅτι δὲ περὶ Ἑλλησπόντου ἀμφεβλήθη τοῖς παλαιοῖς ἄλλα τε καὶ πόθεν ἂν ἄρχοιτο, ἤδη προγέγραπται. Ἴστρον δέ τινά φασιν ἱστορεῖν, τέσσαρας γενέσθαι μεγάλους κατακλυσμοὺς, ὧν ἐφ' ἑνὶ διαρραγέντα τὸν Ἑλλήσποντον ἀφορίσαι τῆς Ἀσίας τὴν Εὐρώπην Ἰστέον δὲ ὅτι κατὰ τὸν γράψαντα τὰ Ἐθνικὰ ἡ Ἰταλικὴ πόλις λέγεται οὐδετέρως τὸ Ἄβυδον, καὶ ὅτι ἐπὶ συκοφαντίᾳ καὶ μαλακίᾳ διεβάλλοντο οἱ Μιλήσιοι Ἀβυδηνοὶ οὗτοι. Ὅθεν καὶ παροιμία, «μηδ' εἰκῆ τὴν Ἄβυδον πατεῖν», ἤγουν μὴ θαρρούντως αὐτῆς ἐπιβαίνειν. Ἐξ αὐτῆς δὲ καὶ ἑτέρα παροιμία ἐπὶ τῶν ἀηδῶν, «τὸ Ἀβυδηνὸν ἐπιφόρημα.» Τὸ δὲ ἐναντίον ὅρμον ἔθεντο ἀντὶ τοῦ κατεναντία κεῖνται ἀλλήλαις καὶ ἀντίπορθμοί εἰσιν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
