# Commentarium in Dionysii periegetae orbis descriptionem 525.1

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 525. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/525.1

Ὅτι αἱ περὶ τὸ Αἰγαῖον πέλαγος δεξιαὶ νῆσοι τοῖς εἰσπλέουσι τὸν Ἑλλήσποντον τῇ Ἀσίᾳ προσκεχωρήκασιν, ὧν πρώτην ἐπέχουσι μοῖραν τῷ ἀπὸ Εὐρώπης εἰς Ἀσίαν διαβαίνοντι αἱ νῆσοι αἳ τὴν Δῆλον ἐκυκλώσαντο, καὶ δι' αὐτὸ οὔνομα Κυκλάδες εἰσί. Καὶ ἔστι τοῦτο ἐτυμολογία τοῦ ὀνόματος τῶν Κυκλάδων. ᾌδεται δὲ πάνυ ἐν ταῖς ἱστορίαις ἡ Δῆλος, ὡς Ἀπόλλωνος ἱερὰ, οὗ καὶ μαντεῖον ἦν ἐκεῖ περιφανές. Ἐκαλεῖτο δέ ποτε καὶ Ὀρτυγία, ὡς ὁ Γεωγράφος φησί. Καὶ ἡ μυθικὴ αἰτία κεῖται παρὰ Λυκόφρονι. Οὐκ ἐξῆν δὲ, φασὶν, οὔτε θάπτειν αὐτόθι νεκρὸν, οὔτε καίειν, οὔτε κύνα τρέφειν. Ἀρριανὸς δὲ περὶ ταύτης φησὶν, ὅτι Δῆλος ἡ πάλαι πλωτὴ οὖσα ἔστη, ὅτε ἡ Λητὼ ἐπέβη αὐτῆς διδύμους ἔχουσα παῖδας. Καὶ ἄλλοι δὲ συντερατευόμενοι αὐτῷ φασι Δῆλον αὐτὴν κληθῆναι, διότι φερομένη ποτὲ ὑπὸ θάλασσαν ἀνέσχεν ὕστερον κάτωθεν, ὡς καὶ ἄλλαι τινὲς, καὶ ἐξ ἀδήλου βάσεως ἐρριζώθη στηριχθεῖσα. Ταῦτα δὲ οὕτως ἐπλάσθη διὰ τὸ συχνά ποτε κατά τινας τὴν νῆσον ταύτην σείεσθαι. Διὸ καὶ χωρίον ἦν τι περὶ αὐτὴν ὁ Τρέμων καλούμενος. Ὁ μέντοι θρυλούμενος χρησμὸς ἐναντιοῦται τούτοις τοῖς λόγοις, ὁ λέγων ὅτι Κινήσω καὶ Δῆλον ἀκίνητόν περ ἐοῦσαν. Λέγεται γὰρ ὅτι ὁπηνίκα ὁ τοῦ Δαρείου στρατηγὸς Δάτις τριακόσια τάλαντα λιβανωτοῦ ἐθυμίασεν ἐν τῷ βωμῷ τοῦ Δηλίου Ἀπόλλωνος καὶ ἀνέπλευσε, τότε ἡ Δῆλος ἐκινήθη πρῶτα καὶ ὕστατα, τὸ πρὶν οὖσα ἀκίνητος. Φασὶ δὲ οἱ παλαιοὶ τὰς Κυκλάδας πλείους εἶναι τῶν ιβʹ, ὧν εἰσιν ἡ Κύθνος, ἀφ' ἧς ὁ Κύθνιος λέγεται τυρὸς, ἐξ ἧς καὶ ζωγράφος ὄνομα ἔχων ὁ Κυδίας. Ἡ Πάρος, ἐξ ἧς παροιμία τὸ ἀνεπαρίασαν, ἤγουν μετεμελήθησαν. Ἐψεύσαντο γάρ ποτε ἐκ μεταμέλου οἱ Πάριοι τὰς εἰρηνικὰς ὁμολογίας, ἃς ἔθεντο πρὸς τὸν Μιλτιάδην, ὡς ἐλπίσαντές ποθεν συμμαχίαν ἐν κενοῖς. Ἡ Ἀμοργὸς, ἐξ ἧς Σιμωνίδης ὁ ἰαμβοποιὸς, Ἀμοργῖνος ἐντεῦθεν λεγόμενος προπερισπωμένως, τύπῳ ἐθνικῷ· τὸ δὲ Ἀμόργινος προπαροξυτόνως χιτῶνος ἐπίθετον ἀπὸ χρώματος ἴσως ἐλαιοχρόου τινός· ἀμόργη γὰρ ἡ τοῦ ἐλαίου ὑποστάθμη, ὃ ἔστιν ὁ τρυγίας. Παυσανίας δὲ, οὗ τὸ Ἀττικὸν λεξικὸν, ἄλλο τι ἐμφαίνει, λέγων· «ἀμοργὸς ὅμοιον βύσσῳ·» καὶ ὅτι ἀμοργὶς κυρίως ἡ λινοκαλάμη, ἐξ ἧς ἐνδύματα Ἀμόργινα λεγόμενα, ὡς ὁ Κωμικὸς ἐν Λυσιστράτῃ δηλοῖ. Ἡ Δῆλος, οὕτω λεγομένη ἢ διὰ τὴν θρυλουμένην μυθώδη αἰτίαν, ὅτι ὑπὸ θάλασσαν, ὡς ἐρρέθη, οὖσα πρώην, ὕστερον φανεῖσα ἐδηλώθη, ἢ διὰ τὰς ἐν αὐτῇ μαντείας, ἐξ ὧν ἐδηλοῦτο τὰ δυσεύρετα. Ἡ Τῆνος ἀπό τινος οὕτω κληθεῖσα Τήνου ἀνδρός· ἦν δὲ σκοροδοφόρος γῆ αὕτη, ὡς καὶ ἡ Κωμῳδία δηλοῖ, Τηνίων μεμνημένη σκορόδων· ὕδασι κατάρρυτος, διὸ καὶ Ὕδρουσα ἐκλήθη, κρήνην ἔχουσα, ἧς τὸ ὕδωρ οἴνῳ οὐ μίσγεται. Καὶ φιάλιον δὲ λέγεταί ποτε ἐν αὐτῇ ἀνακεῖσθαι, σύγκραμα ἔχον, ἐξ οὗ πάνυ ῥᾳδίως πῦρ ἀνήπτετο. Ἡ Ἴος ἡ κατὰ χρησμὸν Ὁμήρου μητρὶς, ἤγουν ὅθεν ἦν ἡ Ὁμήρου μήτηρ· καὶ ὅρα τὸ μητρίς, ἐξ ὁμοιότητος τοῦ πατρίς. Ἡ Σέριφος, ἥτις οὕτω πετρώδης ἐστὶν, ὥστε κωμῳδεῖται ὑπὸ τῆς Γοργόνος τοῦτο παθεῖν, ὡς τοῦ Περσέως αὐτόθι τραφέντος, καὶ τὴν τῆς Γοργόνος δῆθεν ἐκεῖ κομίσαντος κεφαλὴν, δι' ἧς τοὺς ἐκεῖ ἀπελίθωσεν. Ἴωνες δὲ ἀπὸ Ἀθηνῶν οἱ Σερίφιοι, καθὰ καὶ οἱ Σίφνιοι, ὡς Ἡρόδοτος ἱστορεῖ. Ἡ Μύκονος, ἐν ᾗ λέγονται κεῖσθαι οἱ τῶν Γιγάντων ὑγιεινότατοι, ἀναιρεθέντες ὑφ' Ἡρακλέους. ὅθεν ἐπὶ τῶν οὐκ εὖ παθόντων μιᾷ ψήφῳ, ἤγουν ἐπὶ τῶν μιᾷ δίκῃ καταδικασθέντων λέγεται τὸ «πάνθ' ὑπὸ μίαν Μύκονον», ἤγουν πάντα ὁμοῦ ὑπὸ μίαν βλάβην ἢ καταδίκην. Ἐπιχωριάζει δὲ τοῖς Μυκονίοις φαλάκρωσις, διὸ καὶ οἱ φαλακροὶ Μυκόνιοι λέγονται. Ἡ Νίσυρος, ἧς καὶ Ὅμηρος μέμνηται, οὕτω καλουμένη ἀπὸ τοῦ νέω καὶ τοῦ σύρω, διότι ἀποκοπεῖσα τῆς νήσου τῆς Κῶ τῇ τοῦ Ποσειδῶνος τριαίνῃ ἐπεσύρη τῷ γίγαντι Πολυβώτῃ νέοντι, ὃ ἔστιν νηχομένῳ. Αὕτη δὲ τῶν Σποράδων νήσων οὖσα κατά τινας, πετρώδης ἐστὶ λίθου μυλίου. Γίνεται δὲ καὶ οἶνος χρηστὸς ὁ Νισύριος. Ἡ Σῦρος, ἣν ὁ Ποιητὴς Συρίην καλεῖ ἐν Ὀδυσσείᾳ, ἥτις μηκύνει κατὰ τὸν Γεωγράφον, ἤγουν ἐκτείνει τὴν πρώτην συλλαβὴν, τουτέστι τὴν ἄρχουσαν. Ἡ Σίφνος περὶ τὸ Κρητικὸν πέλαγος, ἀφ' ἧς ὁ Σίφνιος ἀστράγαλος δι' εὐτέλειαν. Λέγονται δέ ποτε ἀκμάζειν τοῖς πράγμασιν οἱ Σίφνιοι, καὶ πλουτεῖν μάλιστα, διὰ τὸ χρυσᾶ καὶ ἀργυρᾶ ἐν τῇ νήσῳ εἶναι μέταλλα. Κυκλὰς δὲ καὶ ἡ Ἄνδρος, ἀπὸ Ἄνδρου τινὸς οὕτω κληθεῖσα. Ἀλλὰ καὶ ἡ Νάξος, λεγομένη οὕτως ἀπὸ Νάξου Καρῶν ἡγεμόνος· ἢ παρὰ τὸ νάξαι, ὃ ἔστι θῦσαι, διὰ θυσίας ἴσως ἐξαιρέτους τινὰς ἐκεῖ γινομένας. Ἡρόδοτος δὲ καὶ περὶ Σικελίαν Ναξίους τινὰς ἱστορεῖ, λέγων καὶ ὅτι ἡ Κυκλὰς αὕτη Νάξος μεγέθει μὲν οὐ μεγάλη ἐστὶν, ἄλλως δὲ καλή τε καὶ ἀγαθὴ, ἀγχοῦ τῆς Ἰωνίας, χρήματα ἔχουσα πολλά. Ἐγένετο δέ ποτε αὐτοῖς καὶ ὀκτακισχιλία ἀσπὶς καὶ πλοῖα μακρὰ πολλά.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
