# Commentarium in Dionysii periegetae orbis descriptionem 538

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 538. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/538

Ὅτι ἐκεῖ που περὶ τὴν Τένεδον ὁ Μέλας κόλπος ἐφ' Ἑλλήσποντον ἵησιν, ἀφρὸν ἐρευγόμενος· τὴν κλῆσιν ἔχων ἀπὸ ποταμοῦ Μέλανος, τοῦ καὶ ἄνω ῥηθέντος, ἐκδιδόντος εἰς αὐτόν· ἢ καὶ διὰ τὸ τοῦ βάθους πολύ. Συνάπτει γὰρ τῷ Αἰγαίῳ, ὃν βαθὺν πόρον φθάσας ἔφη ὁ Διονύσιος. Κόλπος δὲ Μέλας ἐστὶν, ὡς οἱ ἀκριβέστεροι λέγουσιν, οἷς φαίνεται καὶ ὁ Διονύσιος ἐπακολουθῶν, περὶ ὃν καὶ ἡ Αἶνος κεῖται, πόλις Αἰολική. Φασὶ γὰρ ὅτι ἐν τῷ Μέλανι κόλπῳ ἡ Αἶνος πρὸς τῇ ἐκβολῇ τοῦ Ἕβρου. Οἱ δὲ περὶ Κύζικον καὶ Προκόνησον τὸν Μέλανα κόλπον τιθέμενοι δοκοῦσιν ἀμάρτυρα λαλεῖν, εἰ μὴ ἄρα ἔκ τινος χωρίου βοηθοῦνται, κειμένου ἐν τοῖς τοῦ Ὀππιανοῦ Ἁλιευτικοῖς, ὅπου περὶ τῆς τῶν πηλαμύδων ἄγρας ἐκεῖνός φησι. Καὶ Ἡρόδοτος δέ φησι· «Μέλας ποταμὸς, ἐξ οὗ ὁ κόλπος ὁ πρὸς τῇ Αἴνῳ.» Λέγεται δὲ οὗτος μὴ ἐξαρκέσαι τῷ Περσικῷ στρατῷ, ὅτε ὁ Ξέρξης εἰς τὴν Εὐρώπην διέβη, ἀλλὰ ἐκλιπεῖν πινόμενος. Οὕτω δὲ καὶ ὁ Σκάμανδρος οὐκ ἀντέσχε τὸ ὕδωρ· καὶ ὁ Λίσσος δὲ ποταμὸς Θρᾳκικὸς οὐκ ἀπέχρησεν, ἀλλὰ προέδωκε τὸ ῥεῖθρον, ὥς φησιν ὁ γλυκὺς Ἡρόδοτος.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
