# Commentarium in Dionysii periegetae orbis descriptionem 541

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 541. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/541

Ὅτι ἀντικρὺ τοῦ βορείου ποταμοῦ Βορυσθένους τοῦ περὶ τὰ σκαιὰ τοῦ Εὐξείνου πόντου ἐκβάλλοντος πελαγία ἐστὶ νῆσος ἡρώων πολυώνυμος, Ἀχιλλέως ἱερὰ, ὅπου ἀντιπέραν καὶ ὁ προρρηθεὶς αὐτοῦ παρώνυμος Δρόμος Ἀχίλλειος. Τὴν δὲ νῆσον ταύτην φησὶ Λευκὴν καλεῖσθαι κατὰ ἐπωνυμίαν, ὃ ἔστι φερωνύμως, ἐπειδὴ τὰ ἐν αὐτῇ κινώπετα, ἤγουν θηρία ὀρνέων, τουτέστιν ὄρνεα, λευκά εἰσι· τυχὸν μὲν λάροι, κατὰ δέ τινας πελαργοί. Κινώπετα δέ ἐστιν, ὧν ἡ κίνησις ἐν τῷ πέτεσθαι. Ἀσυνήθης δὲ ἡ λέξις. Ἐκεῖ δὲ, φησὶ, φήμη ἐστὶν Ἀχιλλέως τε καὶ ἡρώων ἑλίσσεσθαι ψυχὰς ἐρημαίας ἀνὰ βήσσας· ὥστε νῆσος ἡρώων λέγεται ἡ Λευκὴ αὕτη νῆσος, ὥσπερ νῆσοι μακάρων αἱ ἐν τῷ ἑσπερίῳ ὑμνούμεναι ὠκεανῷ. Καὶ τοῦτο, φησὶ, δῶρον τοῖς ἀριστεῦσιν ἀντ' ἀρετῆς, ἤγουν τοῦτο ἔλαχον οἱ ἥρωες γέρας ἀντὶ ἀρετῆς, τὸ ἀθύρειν μετὰ ῥᾳστώνης ἐν τῇ ῥηθείσῃ νήσῳ. Εἶτα ἐπιπλέκει γνωμικὸν προτρεπτικὸν εἰς ἀρετὴν, καί φησιν· «ἀρετὴ γὰρ ἀκήρατον ἔλαχε τιμήν», τουτέστιν ἀθάνατόν ἐστι καλὸν ἡ ἀρετὴ καὶ οὐ συναπολήγει τῷ σώματι. Δεῖ δὲ εἰδέναι ὅτι σπανιώτατόν ἐστι τὸ τῆς γνώμης καλὸν παρὰ τῷ Διονυσίῳ. Τούτου δὲ αἴτιον, ὅτι μὴ δίδωσιν αὐτῷ ἡ τῆς πραγματείας ὕλη συχνὰ γνωματεύεσθαι.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
