# Commentarium in Dionysii periegetae orbis descriptionem 581

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 581. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/581

Ὅτι μετὰ τὰς Βρεττανίδας πολὺ πρὸς τὰ βόρεια ἡ Θούλη νῆσος, ἧς πολὺς ὁ ἐκτοπισμός· ἀρκτικωτάτη γὰρ τῶν ὀνομαζομένων τίθεται. Ἔνθα, φησὶν, ἤματα ὁμοῦ καὶ νύκτας ἀειφανὲς ἐκκέχυται πῦρ, ὁπηνίκα ἥλιος βεβήκοι ἐς πόλον ἄρκτων, ἐν καρκίνῳ γενόμενος. Ἀλλὰ τοῦτο μὲν ὑπερβολικὸν τὸ ἀδιάδοχον ἐν τῷ τοιούτῳ καιρῷ εἶναι τὴν ἡμέραν ἐκεῖ. Ἐκεῖνο δὲ καὶ ἐπὶ πλέον ἐκπίπτει ὑπερβολῆς, ὃ δή τινες ἱστόρησαν, τὸ τὸν μὲν θερινὸν ὅλον ὑπὲρ γῆς εἶναι αὐτόθι, τὸν δὲ χειμερινὸν ὑπὸ γῆν, ὡς ἐντεῦθεν τὸν ἐνιαυτὸν ἐν τῷ ἐκεῖ κλίματι μερίζεσθαι εἰς ἡμερονύκτιον ἓν, ἤγουν εἰς μίαν ἡμέραν καὶ εἰς μίαν νύκτα· καθὰ καὶ Ἡρόδοτος περὶ τῶν Κιμμερίων λέγων φησὶ μὴ ἐνδέχεσθαι ἀνθρώπους εἶναι, οἳ τὴν ἑξάμηνον νύκτα καθεύδουσιν. Φασὶ δὲ ἄλλοι ἐπὶ τὰς ἄρκτους ἐλθόντα τὸν ἥλιον ποιεῖν παρατείνειν τὴν ἡμέραν ἐκεῖ καὶ εἰς κʹ θερινὰς ὥρας καὶ εἰς πλεῖόν τι, ὀλιγίστων ὡρῶν ποιοῦντα τὴν νύκτα, χειμῶνος δὲ τὸ ἀνάπαλιν. Αἰτίαν δὲ λέγει ὁ Διονύσιος τοῦ ἐκεῖ ἀειφανοῦς φωτὸς τὸ λοξοτέρᾳ τηνικαῦτα τὸν ἥλιον ἐπιστρέφεσθαι στροφάλιγγι, τουτέστι τὸ λοξότερον ἀναφέρεσθαι τὸν ἥλιον, καὶ δι' αὐτὸ ἐμβραδύνειν τοῖς ἄνω. Τὸ δὲ ἑξῆς ἐπαγόμενον τὸ ἀκτίνων ἰθεῖαν ἐπὶ κλίσιν ἐρχομένων, ἀντὶ τοῦ κατευθὺ τῆς νήσου φερομένου τοῦ ἡλίου, καὶ εἰς αὐτὴν οἷον ἀφορῶντος. Καὶ ἔστι τὸ σχῆμα ῥητορικὸν ἀντίθετον, ἀντιτεθέντος τοῦ λοξοῦ τῇ εὐθύτητι, ὡς ἐὰν εἴπῃ ὅτι λοξοτέρου μὲν ἄλλως φύσει τοῦ ἡλίου στρεφομένου, κατ' εὐθὺ δὲ ὅμως τηνικαῦτα ὄντος τῇ νήσῳ. Ποιεῖ δὲ, φησὶ, τοῦτο ὁ ἥλιος, ἕως ἐπὶ κυανέους ἄνδρας νοτίαν ὁδὸν αὖθις ἐλάσῃ, τουτέστιν ἐπιμήκης ἡ ἡμέρα γίνεται τοῖς περὶ τὸν βόρειον πόλον, ἕως εἰς τὸ ἀντικείμενον νότιον ἡμικύκλιον ἢ ἡμισφαίριον τραπῇ ὁ ἥλιος. Τούτους γὰρ λέγεσθαί φασι κυανέους, δηλονότι τοὺς πρὸς τῷ νοτίῳ μέρει Αἰθίοπας, εἰς οὓς καὶ ὁ Ζεὺς ἥλιος ἀποδημεῖν ποτε παρὰ τῷ Ποιητῇ πλάττεται. Τὸ δὲ ἐξ πόλον ἄρκτων ἀντὶ τοῦ περὶ τὸν ἀρκτῷον πόλον, ἤγουν κύκλον τοῦ οὐρανοῦ, περὶ ὃν αἱ δύο ἄρκτοι εἰλοῦνται.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
