# Commentarium in Dionysii periegetae orbis descriptionem 64

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 64. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/64

Ὅτι περὶ τὰ Γάδειρα Ἡρακλέος ἑστᾶσι στῆλαι πρὸς τοῖς τέρμασι τῆς γῆς, μέγα θαῦμα. Φασὶ δὲ αὐτὰς ἢ ἀνδριάντας εἶναι Ἡρακλέος, ἢ πόλεις ἐπωνύμους ἐκείνῳ, ἢ καὶ λόφους ἐπονομαζομένους αὐτῷ. Ἔστι δὲ αὐτῶν ἡ μὲν Εὐρωπαία, Κάλπη καλουμένη βαρβαρικῶς, Ἀλύβη δὲ καθ' Ἕλληνας· ἡ δὲ Λιβυκὴ, κατὰ βαρβάρους μὲν Ἄβεννα καλουμένη, Ἑλληνικῶς δὲ Κυνηγετική. Μέγα δὲ θαῦμα ὁ Διονύσιός φησιν αὐτὰς ἢ διὰ τὸ ὑψηλόν· ὄρη γάρ εἰσιν, ὧν τὸ ὕψος οὐ μεῖον ἑκατὸν, ὥς φασιν, ὀργυιῶν· ἢ διὰ τὸ θαυμαστὸν τῆς ἄχρις ἐκεῖ τοῦ Ἡρακλέος ἐλεύσεως. Ἐκαλοῦντο δέ ποτε καὶ Κρόνου στῆλαι, εἶτα καὶ στῆλαι Βριάρεω, διὰ τὸ μέχρι τῶν τῆδε ὅρων διήκειν τὰ κατ' ἐκείνους. Τὰ Γάδειρα δὲ νῆσος πλησίον τοῦ ὠκεανοῦ περιμήκης κατὰ τοὺς παλαιοὺς, ὡς οἷα ταινία, τουτέστι καθάπερ ὑφάσματος τμῆμα στενὸν καὶ μεμηκυσμένον, ὅπερ ἡμεῖς φασκίαν φαμέν. Λέγεται δὲ καὶ ἡ Γάδειρα θηλυκῶς. Καλεῖται δὲ οὕτως οἱονεὶ γῆς δειρὰ, ὃ ἔστι τράχηλος, διὰ τὸ τῆς ἠπείρου στενὸν, τῆς ἑκατέρωθεν σφιγγούσης τὸν ἐκεῖ ὀλιγοστάδιον πορθμόν. Ἔστι δὲ καὶ πόλις ἐκεῖ Γάδειρα. Ὁ δὲ Γεωγράφος φησὶν ὅτι τὰς Ἰταλικὰς παρ' Ὁμήρῳ Πλαγκτὰς πέτρας καὶ τὰς Ποντικὰς Συμπληγάδας τινὲς τῇ μυθικῇ αὐτονομίᾳ μετήγαγον εἰς τὸν ἐν Γαδείροις πορθμὸν, καὶ ταύτας εἶναι στήλας ἐνόμισαν, ἃς ὁ Πίνδαρος καλεῖ πύλας Γαδειρίδας διὰ τὴν τοῦ πορθμοῦ στενότητα, εἰς ταύτας ὑστάτας ἐλθεῖν φάσκων τὸν Ἡρακλέα. Ἄλλοι δὲ, ὡς ὁ αὐτὸς Γεωγράφος λέγει, στήλας Ἡρακλέος φασὶ λέγεσθαι τὰς ἐν τῷ κατὰ Γάδειραν Ἡρακλείῳ, τουτέστι τὰς ἐν τῷ τοῦ Ἡρακλέος τεμένει ὀκταπήχεις στήλας, ἐν αἷς ἀναγέγραπται τὸ ἀνάλωμα τῆς κατασκευῆς τοῦ ἐκεῖ ἱεροῦ· ἐφ' ἃς ἐλθόντες οἱ πλέοντες ἐποίησαν διαβοηθῆναι ἐνταῦθα εἶναι τὸ τῆς γῆς καὶ τῆς θαλάσσης πέρας. Ἕτεροι δὲ στήλας, φησὶν, ὑπέλαβον τὴν Εὐρωπαίαν Κάλπην καὶ τὸ ἀντικείμενον αὐτῇ ὄρος ἐκ τῆς Λιβύης, τὴν Ἀβίλην ἢ Ἀβίλυκα. Ἄλλοι δὲ στήλας ἐνόμισαν τὰς πλησίον ἐκεῖ ἑκατέρωθεν νησίδας, ὧν τὴν ἑτέραν Ἥρας ὀνομάζουσι νῆσον· καὶ οὐ φαύλως, φησὶ, τὰ τοιαῦτα νησίδια διὰ τὸ εὐπερίγραπτον καὶ σημειῶδες καὶ εὐόριστον στήλαις εἰκάζονται. Ἐξοχὴν γάρ τινα ἐμφαίνουσι καὶ αὐτὰ οἵαν καὶ αἱ στῆλαι καὶ αἱ στυλίδες· καὶ διὰ τοῦτο καὶ τὰ τοιαῦτα στῆλαι ἂν λέγοιντο.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
