# Commentarium in Dionysii periegetae orbis descriptionem 653

Eustathius, Commentarium in Dionysii periegetae orbis descriptionem, Section 653. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/eustathius-philol-et-scr-eccl/commentarium-in-dionysii-periegetae-orbis-descriptionem/653

Ὅτι τοὺς Σαυρομάτας (φῦλον δέ εἰσι Σκυθικόν) ἐνυαλίου Ἄρεος ἐσθλὸν γένος λέγει, ἢ διὰ τὸ πολεμικοὺς εἶναι, ἢ διότι ἐξ Ἀμαζόνων γενεαλογοῦνται, αὗται δὲ ἐξ Ἄρεος. Φησὶ γὰρ ὅτι ἐκ φιλότητος ἰφθίμων Ἀμαζονίδων ἐγένοντο, ἣν ἐκεῖναί ποτε τοῖς Σαυρομάταις ἐμίγησαν, πλανηθεῖσαι πάτρηθεν ἐκ Θερμώδοντος ἐς Σκυθίαν· διὸ καὶ παῖδες μεγαλήτορες αὐτῶν ἐξεγένοντο. Ἐπλανήθησαν δὲ, φασὶν, αἱ Ἀμαζόνες, ἢ ὅτε κατὰ τῆς Ἑλλάδος ἐστράτευσαν περιοδεύσασαι τὰ βόρεια καὶ διὰ τοῦ Ἴστρου περαιωσάμεναι, ἀφ' ὧν ὡς ἐξ Ἄρεος καταγομένων καὶ ὁ Ἄρειος πάγος ἐν Ἀθήναις ὠνόμασται, οἷα μέχρι καὶ ἐκεῖ ἐλθουσῶν· ἢ ὅτε Ἡρακλῆς αὐτὰς ἐκ τῆς Ἀσίας ἐφυγάδευσεν ἐπιστρατευσάμενος διὰ τὸν τῆς Ἱππολύτης ζωστῆρα. Ἡρόδοτος δὲ περὶ τούτων τοιαῦτά φησιν· «Ἕλληνες νικήσαντες Ἀμαζόνας ἐπὶ Θερμώδοντι, καὶ ζωγρήσαντες ὅσας ἠδύναντο, ἀπέπλεον διὰ τοῦ Εὐξείνου· αἱ δὲ ἐν τῷ πελάγει ἐπιθέμεναι κατέκοψαν τοὺς ἄνδρας. Εἶτα φερόμεναι κατὰ κῦμα καὶ ἄνεμον ἀφικνοῦνται εἰς τὴν Μαιῶτιν, καὶ ἐξελθοῦσαι καὶ ληϊζόμεναι τὴν Σκυθικὴν τὴν μὲν ἀρχὴν ἐδόκουν ἄνδρες εἶναι, γνωσθεῖσαι δέ ποτε κατειργάσθησαν εἰρηνικῶς, καὶ ζευχθεῖσαι τοῖς ἐγχωρίοις νεανίαις διέβησαν τὸν Τάναϊν, καὶ τριῶν ἡμερῶν ὁδὸν ὁδεύσασαι πρὸς ἥλιον ἀνίσχοντα κατέμειναν ἐν τῇ νῦν χώρᾳ τῶν Σαυροματῶν.» Τὸ δὲ Ἀμαζονίδες οὐχ ὑποκοριστικὸν, ἵνα μὴ τὰς ἰφθίμους τῷ ὑποκορισμῷ ταπεινοῖ, ἀλλὰ κατὰ παραγωγήν. Τοιοῦτον δὲ ἐφάνη καὶ πρὸ τούτων καὶ τὸ Ἀσίδα γῆν, καὶ τὸ Σικελικὴν πορθμίδα, καὶ εἴ τι ἄλλο τοιοῦτον· τὸν δὲ Παφλαγονικὸν ποταμὸν Θερμώδοντα πάτραν τῶν Ἀμαζόνων εἶπε, διότι πάλαι ποτὲ περὶ τοὺς Παφλαγονικοὺς αὗται κατῴκουν τόπους, ὡς αἱ ἱστορίαι φασίν.

---

Eustathius Philol. et Scr. Eccl., Commentarium in Dionysii periegetae orbis descriptionem. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4083.tlg006.local001/.
